Σάββατο 20 Αυγούστου 2011

21η Aὐγούστου 2011, Κυριακή: Ι΄ ΜΑΤΘΑΙΟΥ, Ἦχος α΄

Η δύναμη της πίστεως εν προσευχή και νηστεία

Εὐαγγέλιον: Κυριακῆς ι΄ ἑβδομάδος Ματθαίου· «Ἄνθρωπός τις προσ­ῆλθε...» (Ματθαίου ιζ’ 14-23)

       Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπος τις προσῆλθε τῷ  ̓Ιησοῦ, γονυπετῶν αὐτῷ, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς Μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ  ̓Ιησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ ̓ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ  ̓Ιησοῦς, καί ἐξῆλθεν ἀπ ̓ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ Μαθηταί τῷ  ̓Ιησοῦ κατ ̓ ἰδίαν, εἶπον· Δια τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ  ̓Ιησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν.  Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει  τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ   ἐν προσευχῇ καὶ νηστείᾳ.  ̓Αναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν, εἶπεν αὐτοῖς ὁ  ̓Ιησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων· καὶ    ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
και ελυπήθησαν σφόδρα.

  

Αναστάσιμο Απολυτίκιο 
Ἦχος α' :

Τοῦ λίθου σφραγισθέντος
ὑπὸ τῶν Ἰουδαίων
καὶ στρατιωτῶν φυλασσόντων
τὸ ἄχραντόν σου Σῶμα,
ἀνέστης τριήμερος, Σωτήρ,
δωρούμενος τῷ κόσμῳ τὴν ζωήν·
διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοι, Ζωοδότα·
Δόξα τῇ Ἀναστάσει σου, Χριστέ,
δόξα τῇ βασιλείᾳ σου,
δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

ΨΑΛΛΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΚΑΙ ΚΑΘΗΓΗΤΗΣ ΒΥΖΑΝΤΙΝΗΣ ΜΟΥΣΙΚΗΣ ΦΩΤΗΣ ΚΕΤΣΕΤΖΗΣ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου