Κυριακή 10 Ιουνίου 2012

10η Ἰουνίου 2012 Κυριακή: Α΄ ΜΑΤΘΑΙΟΥ, τῶν Ἁγίων Πάντων. Ἦχος πλ. δ΄

Εὐαγγέλιον Κυριακὴ τῶν Ἁγίων Πάντων

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 32 - 33 32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· 33 ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 37 - 38 37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 27 - 30 27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Σήμερα, εορτάζουμε, όσους αγίασε το Άγιο Πνεύμα, τους Προπάτορες και Πατριάρχες, τους Προφήτες και ιερούς Αποστόλους, τους Μάρτυρες και τους Ιεράρχες, τους Ιερομάρτυρες και Οσιομάρτυρες, τους Όσιους και Δίκαιους και όλες γενικά τις άγιες Γυναίκες και τους υπόλοιπους ανώνυμους Αγίους.



Α' Εωθινόν ήχος Α' Παναγιώτης Νεοχωρίτης

Εἰς τὸ ὄ­ρος τοῖς Μα­θη­ταῖς ἐ­πει­γο­μέ­νοις, δι­ὰ τὴν χα­μό­θεν ἔ­παρ­σιν, ἐ­πέ­στη ὁ Κύ­ρι­ος· καὶ προ­σκυ­νή­σαν­τες αὐ­τόν, καὶ τὴν δο­θεῖ­σαν ἐ­ξου­σί­αν, παν­τα­χοῦ δι­δα­χθέν­τες, εἰς τὴν ὑπ᾿ οὐ­ρα­νὸν ἐ­ξα­πε­στέλ­λον­το, κη­ρῦ­ξαι τὴν ἐκ νε­κρῶν ἀ­νά­στα­σιν, καὶ τὴν εἰς οὐ­ρα­νοὺς ἀ­πο­κα­τά­στα­σιν· οἷς καὶ συν­δι­αι­ω­νί­ζειν, ὁ ἀ­ψευ­δὴς ἐ­πηγ­γεί­λα­το, Χρι­στὸς ὁ Θε­ός, καὶ Σω­τὴρ τῶν ψυ­χῶν ἡ­μῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου