Κυριακή 26 Αυγούστου 2012

Κυριακή 26 Αυγούστου 2012, ΙΒ' Ματθαίου, Ἦχος γ'

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΘ´ 16 - 26,
 Ὁ πλούσιος νέος.

16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; 21ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.



ΑΙΝΟΙ ΗΧΟΣ Γ΄

Ι.ΚΑΘΕΔΡΙΚΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΚΕΧΑΡΙΤΩΜΕΝΗΣ ΧΩΡΑΣ ΚΑΛΥΜΝΟΥ.ΑΙΝΟΙ ΗΧΟΣ Γ΄.ΨΑΛΛΟΥ Ο ΑΡΧΩΝ ΜΑΪΣΤΩΡ Μ.Χ.Ε. Γ.ΧΑΤΖΗΘΕΟΔΩΡΟΥ ΚΑΙ Ο ΙΩΑΝΝΗΣ ΛΥΣΓΑΡΗΣ (29-11-2011)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου