Κυριακή 24 Μαρτίου 2013

24 Μαρτίου 2013, Κυριακὴ Α’ τῶν Νηστειῶν (τῆς Ὀρθοδοξίας), Ἦχος α´

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 44 - 52

44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 
46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ
47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 
48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 
49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ
51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ
52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


Απολυτίκιον Ήχος β'.

Την άχραντον εικόνα σου προσκυνούμεν αγαθέ, Αιτούμενοι συγχώρεσιν των πταισμάτων ημών βουλήσει γαρ ηυδόκησας ανελθείν εν τω Σταυρώ ίνα ρύση ους έπλασες εκ της δουλείας του εχθρού όθεν ευχαρίστως βοώμεν χαράς επλήρωσας τα πάντα ο σωτήρ ημών ο παραγενόμενος εις το σώσαι τον κόσμον.



Το Δοξαστικό των Αίνων της Κυριακής της Ορθοδοξίας 
"Μωσής τω καιρώ της εγκρατείας" σε Ήχο πλ.β΄ και ακολούθως το "Και νυν - Υπερευλογημένη" πάντοτε σε ήχο β΄, από τον Πατριαρχικό Ναό Κωνσταντινουπόλεως.
Δόξα: Άρχων Πρωτοψάλτης της Μ.Χ.Ε. Λεωνίδας Αστέρης.
Και νυν: Άρχων Λαμπαδάριος της Μ.Χ.Ε. Ιωάννης Χαριατίδης
Κυριακή της Ορθοδοξίας 2011


Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι' αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Moses, after a time of self‐control, received the law and won over the people. Elias, in fasting, caused the closing of the heavens; and the three youths, descendants of Abraham, by fasting overcame the law‐breaking tyrant. Through fasting make us also worthy, O Savior, to arrive at Your Resurrection, as thus we cry aloud, "Holy God, Holy Mighty, Holy Immortal, have mercy on us."

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου