Κυριακή 30 Ιουνίου 2013

30 Ιουνίου 2013 Κυριακὴ Α' Ματθαίου (τῶν Ἁγίων Πάντων). Σύναξις τῶν Ἁγίων ἐνδόξων 12 Ἁποστόλων,Ἦχος πλ. δ´

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 36 - 36
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. 
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 1 - 8
1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, 4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. 5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.



Σύναξη των Αγίων Δώδεκα Αποστόλων
Ἀπολυτίκιον, Ἦχος γ'
Ἀπόστολοι  Ἅγιοι,  πρεσβεύσατε  τῷ  ἐλεήμονι  Θεῷ,  ἵνα  πταισμάτων  ἄφεσιν  παράσχῃ  ταῖς ψυχαῖς ἡμῶν.


Δόξα. Τῶν Ἁγίων Πάντων. Ἦχος δ´.
Αθ. Καραμάνης
Τῶν  ἐν  ὅλῳ  τῷ  κόσμῳ  Μαρτύρων  σου,  ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι᾿ αὐτῶν βοᾷ σοι, Χριστὲ ὁ Θεός· Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον,  εἰρήνην  τῇ  πολιτείᾳ  σου  δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου