Κυριακή, 2 Αυγούστου 2015

Μεγαλυνάρια Παρακλητικού Κανόνος Υπεραγίας Θεοτόκου



Ψάλλει η αγγελική χορωδία της Ι.Μ.Σίμωνος Πέτρας Αγίου Όρους.


Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Καί ὁ Ἱερέας θυμιατίζει τό Θυσιαστήριο καί τό Λαό.

 Μεγαλυνάρια
Ἦχος πλ. β΄. Τήν τιμιωτέραν.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην, ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, σύ μοί βοήθησον.

Δέσποινα καί μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης πρός τόν ἔκ σού τεχθέντα. Ὤ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοί τήν ὠδήν, νῦν τή πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετά τοῦ Προδρόμου, καί πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἠμᾶς.

Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων, τήν εἰκόνα σου τήν σεπτήν, τήν ἱστορηθείσαν, ὑπό τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

Λέγεται τό Μεγαλυνάριο τοῦ ἁγίου του Ναοῦ. Καί:

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Related Posts Plugin for WordPress, Blogger...