Σάββατο 11 Μαρτίου 2017

Ταπειναί απόψεις ευτελούς ιερομονάχου δια την Αγίαν και Μεγάλην Σύνοδον



Ταπειναὶ ἀπόψεις εὐτελοῦς ἱερομονάχου διὰ τὴν Ἁγίαν καὶ Μεγάλην Σύνοδον.

Ἐγερθεὶς ὁ Κύριος ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, «καὶ ἐγένετο γαλήνη μεγάλη»[1]. Καὶ χάρις εἰς αὐτὴν τὴν γαλήνην ἡ ἱερὰ ναῦς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία οὐριοδρομοῦσα φέρει τοὺς αὐτῆς ναυάτας πρὸς τὸν ἀκύμαντον λιμένα τῆς Βασιλείας τῶν Οὐρανῶν. Ἐνθυμηθῶμεν τὰ ὑπὸ τοῦ ἁγίου Κλήμεντος Ῥώμης2 διαταττόμενα πρὸς Ἰάκωβον. Πρόκειται περὶ τῆς ἀμέσως μεταποστολικῆς ἐμπειρίας, ἔνθα ἡ Ἐκκλησία τοῦ Χριστοῦ νηῒ παρεικάζεται: «Ἔοικε γὰρ τὸ ὅλον πρᾶγμα τῆς Ἐκκλησίας νηῒ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τὴν ἀγαθῆς βασιλείας πόλιν οίκεῖν θέλοντας. Ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης Δεσπότης Θεός, καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρῳρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσι, τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς, οἱ δὲ διωγμοὶ καὶ οἱ κίνδυνοι καὶ αἱ παντοδαπαὶ θλίψεις ταῖς τρικυμίαις, τὰ δὲ ἀπόγεια τῶν χειμάῤῥων καὶ τὰ φυσήματα ταῖς τῶν πλάνων καὶ τῶν ψευδοπροφητῶν ὁμιλίαις, τὰ δὲ ἀκρωτήρια καὶ τὰ τραχέα τῶν τόπων τοῖς ἐν ὑπεροχαῖς δεινὰ ἀπειλοῦσι δικασταῖς, διθάλασσοι δὲ καὶ θηριώδεις τόποι τοῖς ἀλογίστοις καὶ ἐνδοιάζουσι περὶ τῶν τῆς ἀληθείας ἐπαγγελμάτων.
Οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν· πλὴν ἰσχυρὰν ἴλιγγα καὶ ταρταρείαν Χάρυβδιν καὶ φόνια προσρήγματα καὶ θανατώδεις διαλύσεις μόνας τὰς ἁμαρτίας εἶναι νομίζετε. Ἵνα οὖν οὐρίᾳ πλέοντες εἰς τὸν λιμένα τῆς ἐλπιζομένης πόλεως άκινδυνότερον ἐνεχθῆτε, ἐπηκόως εὔχεσθε· εὐχαὶ δὲ ἐπήκοοι γίνονται ταῖς εὐπραγίαις. Εὐσταθείτωσαν οὖν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζομένων τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἢ ἑτεροκλινίαν παρέχωσιν. Οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησέτωσαν. Οἱ διάκονοι μηδὲν ἀμελείτωσαν ὧν ἐπιστεύθησαν, οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρῄζοντα ἑκάστῳ. Ὁ ἐπίσκοπος ὡς πρῳρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω. Ὁ Χριστὸς καὶ Σωτήρ, κυβερνήτης φιλείσθω, καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. Οἱ δὲ πάντες τῷ Θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν. Οἱ πλέοντες πᾶσαν θλίψιν προσδοκάτωσαν ὡς μέγαν καὶ ταραχώδη βυθὸν παραπλέοντες τὸν κόσμον· ὁτὲ μὲν ἀθυμοῦντες, διωκόμενοι, σκορπιζόμενοι, πεινῶντες, διψῶντες, γυμνητεύοντες, στενοχωρούμενοι. Καὶ πάλιν ὁτὲ μὲν ἑνούμενοι, συναυλιζόμενοι, ἡσυχάζοντες· ἀλλὰ καὶ ναυτιῶντες, ἰλιγγιῶντες, ἀπεμῶντες, τοὐτέστιν ἐξομολογούμενοι τὰ παραπτώματα ὥσπερ νοσοποιοὺς χολάς, τὰς ἐκ πικρίας ἁμαρτίας, λέγω, καὶ τὰ ἐξ ἐπιθυμιῶν ἀτάκτων σωρευθέντα κακά, ἅτινα τῷ ὁμολογῆσαι ὥσπερ ἀπεράσαντες κουφίζεσθε τῆς νόσου...».
Τὸ ἀνωτέρω κείμενον πολλὰ διδάσκει καὶ διὰ τὴν παροῦσαν τῆς Ἐκκλησίας κατάστασιν «μαινομένου κλύδωνος» ἐξ ἀνέμου τυφωνικοῦ. Ἀλλὰ περὶ τὴν νύσσαν τὸν πῶλον κεντῶμεν.


Αἱ μὴ μετασχοῦσαι Ἐκκλησίαι εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Σύνοδον τοῦ 2016
καὶ οἱ κυριώτεροι λόγοι τῆς μὴ συμμετοχῆς.

Πατριαρχεῖον Ἀντιοχείας.
Τὸ πολυπαθὲς τοῦτο Πατριαρχεῖον εὑρέθη ἐν τῷ μέσῳ ἑνὸς κακοήθους πανσλαβισμοῦ. Ἤδη ἀπὸ τοῦ ἔτους 1843 ὁ δαιμόνιος Πορφύριος Οὐσπένσκυ, ὁ καὶ ἱδρυτὴς τῆς «Πνευματικῆς Ῥωσσικῆς Ἀποστολῆς», ἐξ ἧς ὑπέφερε τὰ μάλα καὶ τὸ Πατριαρχεῖον Ἱεροσολύμων, ἔθεσε θέμα ἐξαραβισμοῦ τοῦ Ὀρθοδόξου πληρώματος. Ἐδημιουργήθη τὸ οὕτως ἀποκληθὲν «ἀραβικὸν ζήτημα». Διὰ μηχανοῤῥαφιῶν (καὶ ῥουβλίων) ἐγένετο (ἐπιτυχῶς δυστυχῶς) προσπάθεια ἵνα πεισθῶσιν οἱ ῥωμηοὶ ὀρθόδοξοι ὅτι ἦσαν ἄραβες. Ἡ κίνησις αὕτη ἔλαβε μορφὴν ἐξεγέρσεως τοῦ ἀραβοφώνου πληθυσμοῦ ἐναντίον τῶν ῥωμαιοσυνειδήτων καὶ τῶν τριῶν Πατριαρχείων Ἀντιοχείας, δηλονότι, Ἀλεξανδρείας καὶ Ἱεροσολύμων. Αὕτη ἡ ῥωσσικὴ ἐπέμβασις ἐπέβαλε εἰς τοὺς ὀρθοδόξους τῆς περιοχῆς τοῦ Πατριαρχείου Ἀντιοχείας (καὶ οὐχὶ μόνον) ὅτι δὲν ἦσαν ῥωμηοὶ ἀραβόφωνοι ἀλλὰ καθαροὶ Ἄραβες. Τὰ πάντα ἀνεστατώθησαν ὁπότε ὁ τελευταῖος ῥωμηὸς Πατριάρχης Σπυρίδων, ὁ ἐκ τῶν μελῶν τῆς Ἁγιοταφιτικῆς Ἀδελφότητος, ἐξηναγκάσθη εἰς παραίτησιν τῷ 1897 καὶ ἔκτοτε ἐκλέγονται πατριάρχαι ἀραβόφρονες καί τινες καὶ ἀνθέλληνες, ἐξ οὗ αἱ κατὰ καιροὺς ἀντιθέσεις πρὸς τὸ Οἰκουμενικὸν Πατριαρχεῖον. Καταλιμπάνομεν τὰ ἕως τοῦδε διατρέξαντα ἐν οἷς καὶ τὴν ἀνεπίτρεπτον διαφωνίαν μετὰ τοῦ Πατριαρχείου Ἱεροσολύμων διὰ τὴν ἐπισκοπὴν Κατάρ. Οὐκ ἀμνημονήσομεν, ὅμως, τὴν λεηλασίαν ἐκ μέρους τοῦ Οὐσπένσκυ πολυτίμων χειρογράφων (ἐν οἷς καὶ ὁ ἀρχαιότερος κῶδιξ τῆς Ἁγίας Γραφῆς, ὁ περίφημος Σιναϊτικός) καὶ πολυπληθῶν ἱερῶν εἰκόνων, δι’ ὧν ἡ καθ’ ἡμᾶς ἁγία Ἀνατολὴ κατέστη πτωχοτέρα ἐν ἀντιθέσει πρὸς τὴν Ῥωσσίαν.

Πατριαρχεῖον Ῥωσσίας.
Οἱ ἑκάστοτε ταγοὶ τῆς Ῥωσσικῆς Ἐκκλησίας καυχῶνται διὰ τὸ πλῆθος τῶν πιστῶν ἐν ἀντιθέσει πρὸς τὴν φθίνουσαν ὁμογένειαν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου. Ἀπάντησιν, ὅμως, εἰς τὸν ἰσχυρισμὸν τοῦτον δίδει ὁ ἅγιος Γρηγόριος ὁ Θεολόγος περὶ τὸ 380, ὅστις κατηγορηθεὶς ὑπὸ τῶν Ἀρειανῶν ὅτι εἶχε χειροτονηθεῖ ἐπίσκοπος ἀσήμου πόλεως, τῶν Σασίμων, ὄντος τόπου διασταυρώσεως καμηλοβατῶν ἐμπόρων, γράφει: «Ποῦ ποτέ εισιν οἱ τὴν πενίαν ἡμῖν ὀνειδίζοντες καὶ τὸν πλοῦτον κομπάζοντες; οἱ πλήθει τὴν Ἐκκλησίαν ὁρίζοντες καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρίζοντες καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθονωτέρα καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα [...]. Οὗτοι δήμους, ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆς), οἶκον ῥιπιστὸν διεσταλμένον θυρίσιν; Ἀλλ’ οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ’ οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα; Πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστήν, οὐδὲ ὑπερβαινομένη κλέπταις ξένοις»[2].
Οἱ Ῥώσσοι ἐκκλησιαστικοὶ ἡγήτορες λησμονήσαντες πῶς καὶ πόθεν ἀπὸ τῆς εἰδωλικῆς ἀγριελαίου μετεβλήθησαν εἰς χριστιανικὴν καλλιέλαιον, καθ’ ὕπνους, καθ’ ὗπαρ καὶ ἐν ἐγρηγόρσει δύο τινα ἔχουσι κατὰ νοῦν: τὴν «τρίτην Ῥώμην» ἤγουν τὴν Μόσχαν, καὶ τὸν πανσλαβισμόν.
Καὶ διὰ μὲν τὸ πρῶτον ἀφορμὴν ἔδωσεν ὁ μηδίσας φιλενωτικὸς μητροπολίτης Κιέβου Ἰσίδωρος, ὁ ἐκ Πελοποννήσου, ὅστις ἐν ἔτει 1438ῳ ὑπέγραψε τὴν μετὰ τῶν Λατίνων ἕνωσιν, ὁπότε ἐκδιωχθεὶς παρέσχε πράγματα τοῖς ἐν Κωνσταντινουπόλει. Ἔκτοτε ἐθεωρήθη ὅτι ἡ «δευτέρα» Ῥώμη ἐπρόδωσε τὴν ὀρθόδοξον πίστιν καὶ ἔδει ἵν’ ἀντικατασταθῇ ὑπὸ τῆς Μόσχας, ὡς τρίτης Ῥώμης. Ὁμως ἡ «δευτέρα» οὐκ ἔστι «δευτέρα» ἀλλὰ «νέα» ἐν ἀντιθέσει πρὸς τὴν «παλαιάν». Ἄρα τὸ «τρίτη» εἶναι ὅλως ἕωλον, ἐφεύρημα διαρκείας ἰσχῦον ἄχρι τοῦ νῦν καὶ Κύριος οἶδεν ἕως πότε... Τὸ κῦρος τοῦ Οἰκουμενικοῦ Πατριαρχείου ὑπερήσπισεν ὀδὰξ ὁ ἅγιος Μάξιμος ὁ Γραικός, ὁ καὶ φωτιστὴς τῶν Ῥώσσων4, διὸ καὶ ὑπέστη τὰ πάνδεινα ἐπὶ δεκαετίας, ἐν φυλακαῖς, ἐν σιδήροις, ἐν ἀπαγορεύσει Θείας Κοινωνίας καὶ ἐν πολλαῖς ἄλλαις κακώσεσι δυσδιηγήτοις ὑπ’ αὐτῶν τούτων τῶν Ῥώσσων, οὓς καὶ πολυειδῶς καὶ πολυτρόπως εὐηργέτησε.
Ἐλθὼν εἰς Μόσχαν πρὸς ζητείαν, ἕνεκα δυσβαστάκτων χρεῶν τοῦ Πατριαρχείου, ὁ ἐπιφανέστατος Πατριάρχης Ἱερεμίας Β΄ ὁ Τρανός, ἐξηναγκάσθη ἵνα στανικῶς ἀναγάγῃ εἰς πατριαρχικὴν ἀξίαν τὸν μητροπολίτην Μόσχας, ἐν ἔτει 1589ῳ, ἀνάγκῃ πειθόμενος. Ὁπότε ὁδηγούμεθα εἰς τὸ δεύτερον· τὸν πανσλαυϊσμόν. Αἱ θεωρίαι περὶ τοῦ «ξανθοῦ γένους» ἐταλάνισαν ἐπὶ γενεὰς γενεῶν τὸ δοῦλον Γένος. Καὶ τὸ «ξανθὸν γένος» ἔφερε τὰς σφαγὰς τῶν Ὀρλωφικῶν τοῦ 1770.
Ὄνειρον: ἡ κάθοδος τῆς Ῥωσσίας εἰς τὸ Αἰγαῖον. Ὄργανον: ὁ κόμης Ἰγνάτιεφ, πρεσβευτὴς τοῦ τσάρου εἰς Κωνσταντινούπολιν. Ὅμως τὰ περὶ αὐτοῦ εἰς τὴν περὶ Βουλγαρίας παράγραφον. Ἡ ἡγεσία τῆς Ῥωσσικῆς Ἐκκλησίας ὑπῆρξε ἀνέκαθεν ἡ αἰχμὴ τοῦ δόρατος ἐξόδου ἐκ τῆς κλειστῆς θαλάσσης τοῦ Εὐξείνου Πόντου εἰς τὰ θερμὰ ὕδατα τῆς Μεσογείου. Σκοπός: ὁ ἐκρωσσισμὸς τοῦ Ἁγίου Ὄρους. Στρατιαὶ στρατιωτῶν ἐνεδύοντο ἐν μιᾷ νυκτὶ τὸ ῥάσον. Ἀλλ’ ἐπ’ αὐτοῦ ἔχει γράψει σπουδαίαν μελέτην ὁ μητροπολίτης Κιτίου Μελέτιος (ὁ Μεταξάκης), ὁ εἶτα Οἰκουμενικὸς Πατριάρχης καὶ ἀκολούθως Πατριάρχης Ἀλεξανδρείας, ἔχουσαν τὸν τίτλον: «Τὸ Ἅγιον Ὄρος καὶ οἱ Σλαῦοι», 1912. Περὶ τῆς συμπεριφορᾶς τῶν τότε Ῥώσσων «μοναχῶν» ἔχει πολλὰς πληροφορίας ὁ σύρων τὰς γραμμὰς ταύτας ἐξ Ἑλλήνων γερόντων ἁγιορειτῶν.
Θαυμάζομεν, τοίνυν, διὰ τὸ πόσον ἐφευρετικοί εἰσιν εἰς δικαιολογίας, διὰ τὴν μὴ συμμετοχὴν αὐτῶν εἰς τὴν Σύνοδον. Ἐξ ἄλλου εὐεργετηθέντες εἰσιν, ὁπότε δικαιολογεῖται ἡ ἀγνωμοσύνη. Ἀλλά γε περὶ τούτων ἅλις.

Πατριαρχεῖον Γεωργίας.
Αὕτη ἐστιν ἡ ἀρχαιοτέρα ἐν τῷ κόσμῳ Ἐκκλησία. Σεβαστὴ κατὰ πάντα, ἅτε οὗσα Ἐκκλησία μαρτύρων, διατηρήσασα ἐῤῥωμενέστατα τὴν Ὀρθόδοξον αὐτῆς πίστιν, ἐν ἀντιθέσει πρὸς τοὺς ὁμόρους αὐτῇ Ἀρμενίους. Ὅμως κατὰ τὸ τέλος τοῦ ΙΗ΄ καὶ τὰς ἀρχὰς τοῦ ΙΘ΄ αἰῶνος ἡ ἐπέμβασις τῆς τσαρικῆς Ῥωσσίας ἐπέφερε τὴν κατάργησιν τῆς διοικητικῆς αὐτοδυναμίας τῆς Ἐκκλησίας τῆς Γεωργίας. Καὶ ἔπρεπε ἵν’ ἔλθωμεν εἰς τὸ ἔτος 1990 πρὸς ἀναγνώρισιν τοῦ
Αὐτοκεφάλου καὶ τὴν χορήγησιν Πατριαρχικῆς ἀξίας ὑπὸ τοῦ Οἰκουμενικοῦ Πατριάρχου Δημητρίου. Ἔκτοτε κατέλαβε τὴν ἐνάτην θέσιν ἐν τοῖς Πατριαρχείοις. Ὅμως παραμένει δορυφόρος τῆς Ῥωσσικῆς Ἐκκλησίας τῆς «κείνης ῥήμασι» καὶ χρήμασι «πειθομένη».

Πατριαρχεῖον Βουλγαρίας.
Οἱ Βούλγαροι ὄντες μογγολικῆς καταγωγῆς ἐξησλαυΐσθησαν γλωσσικῶς καὶ συνειδησιακῶς. Διαπεράσαντες τὸν Ἴστρον κατὰ τὸν Ζ΄ αἰῶνα καὶ καταλαβόντες τὴν Κάτω Μοισίαν, γίνονται ἄσπονδοι ἐχθροὶ τῆς Ῥωμανίας. Καταλιμπάνομεν τὰς προσπαθείας πολλῶν, ἐν οἷς καὶ τοῦ Ἱεροῦ Φωτίου, πρὸς ἐκχριστιανισμὸν αὐτῶν. Ἐπετεύχθη, ἀλλ’ ὀλίγον ἐπέδρασε εἰς τὴν ἐξημέρωσιν τῶν ἠθῶν. Ἀμνημονοῦμεν ὡσαύτως τῶν ἀνθελληνικῶν διακηρύξεων τοῦ Χιλανδαρινοῦ (Ῥώσσου παρακαλῶ) μοναχοῦ Παϊσίου, τῶν καταχθονίων ἐνεργειῶν τοῦ κόμητος Ἰγνάτιεφ  (τοῦ ἐξακούστου τούτου πανσλαβιστοῦ), τὰ τῆς Βουλγαρικῆς Ἐξαρχείας ἐν Κωνσταντινουπόλει (ἥτις ὡς κάρφος ἐνεπήχθη εἰς τὸν δεξιὸν ὀφθαλμὸν τοῦ Οἰκουμενικοῦ Πατριαρχείου) ἐχούσης ἕδραν εἰς Ὀρτάκιοϊ (Μεσοχῶρα) τοῦ Βοσπόρου, τῆς συνθήκης τοῦ Ἁγίου Στεφάνου (δι’ ἧς ἐδημιουργήθη τὸ ἔκτρωμα τῆς Μεγάλης Βουλγαρίας), τῶν σφαγῶν τῆς Ἀνατολικῆς Ῥωμυλίας τῆς περιόδου ἀπὸ τοῦ 1878 ἕως τοῦ 1909, τῆς περιόδου ἀπὸ τοῦ 1872 ἕως τοῦ 1945 καθ’ ἣν ἡ Βουλγαρικὴ Ἐκκλησία ἀπεκόπη τῶν λοιπῶν ὀρθοδόξων Ἐκκλησιῶν ὡς σχισματική, τῶν συμβάντων κατὰ τὸν Α΄ καὶ τὸν Β΄ παγκόσμιον πόλεμον καὶ οὕτω καθ’ ἑξῆς. Ἐρχόμεθα εἰς τὴν ἐπιστολὴν πρὸς τὸν Χίτλερ τῆς Ἱερᾶς τοῦ Ἁγίου Ὄρους Κοινότητος, δι’ ἧς ὑπεβάλετο παράκλησις ὅπως Γερμανοὶ καταλάβωσι τὸ Ὄρος καὶ οὐχὶ Βούλγαροι, διότι ἄλλως ἐπέκειτο δήωσις καὶ ἀφανισμὸς ὡς συνέβη παλαιότερον ἐν τῇ Μονῇ τῆς Εἰκοσιφοινίσσης. Ἔχομεν δὲ καὶ τὴν αὐτοανακήρυξιν εἰς Πατριαρχεῖον τὸ 1953, τὸ ὁποῖον ἀνεγνωρίσθη (ἢ μᾶλλον παρεχωρήθη ἡ Πατριαρχικὴ ἀξία) μόνον κατὰ τὸ 1962, πατριαρχοῦντος τοῦ Οἰκουμενικοῦ Πατριάρχου Ἀθηναγόρα.

Ἐκ πάντων τῶν προαναφερθέντων καὶ ἐκ πολλῶν ἄλλων, ἅτινα ἐπιλείψει με ὁ χρόνος διηγούμενον, καταφαίνεται σαφέστατα ὅτι ἡ ἰδέα τῆς «τρίτης Ῥώμης» ἰσχύει εἰσέτι, καὶ ὅτι αἱ μὴ μετασχοῦσαι Ἐκκλησίαι δορυφόροι πειθήνιοί εἰσι δυνάμεως, ἥτις πάντοτε θέτει εἰς ἐφαρμογὴν τὸ τῆς Πυθίας πρὸς τὸν Φίλιππον: «ἀργυρέαις λόγχαισι μάχου καὶ πάντων κρατήσεις». Ἡττήθησαν τρεῖς «αὐτοκέφαλοι» Ἐκκλησίαι. Ἀργυραῖ αἱ λόγχαι.
Ὁ Μέγας Ἀλέξανδρος μετὰ τὴν νίκην εἰς τὸν Γρανικὸν ποταμὸν, τὸ 334ον π.Χ. ἔτος, ἀπέστειλε εἰς τὸν ἐν Ἀθήναις ναὸν τῆς Ἀθηνᾶς λάφυρα ἐκ τριακοσίων ἀσπίδων. Ἔγραψε δὲ ἐπιγραφήν: «Ἀλέξανδρος Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων, ἀπὸ βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων». Καὶ ὁ μὲν Ἀλέξανδρος μετὰ τῶν Ἑλλήνων ἔφθασεν ἕως τοῦ Ἰνδοῦ ποταμοῦ, ἄνευ τῶν Λακεδαιμονίων, ἡ φήμη δὲ τῆς Ἁγίας καὶ Μεγάλης Συνόδου ἔφθασεν urbi et orbi, καίτοι ἄνευ τῶν τεσσάρων μὴ μετασχουσῶν (διὰ λόγους ἐθνοφυλετικοὺς καὶ πολιτικοὺς) Ἐκκλησιῶν. Καὶ πάντοτε θὰ ἀναμένει ἀπάντησιν ἡ ἀνεξίκακος ἐρώτησις τοῦ Οἰκουμενικοῦ Πατριάρχου πρὸς τοὺς μὴ μετασχόντας: «Εἰς τί ἐδιστάσατε»;[3]


Οἱ μὴ ὑπογράψαντες.

Αὐτῶν ἡ φήμη ἔφθασε τὸ μῆκος τῆς σκιᾶς ἐν πλήρῃ μεσημβρίᾳ. Ἁπλῶς ἠρνήθησαν ὑπογραφὴν καίτοι μετασχόντες, ἵν’ ἐξέλθωσιν ἐκ τῆς ἀφανείας εἰς τὴν ἐπιφάνειαν. Ἐρίζουσι περὶ ὄνου σκιᾶς καὶ διϋλίζουσι τὸν κώνωπα. Ἀφέντες τὰ τῶν προσωπικῶν διχασμῶν καὶ τὰ τῶν ἐπαρχιῶν αὐτῶν σοβαρὰ προβλήματα, μὴ ἔχοντες οὐδὲ ῥανίδα ἐκκλησιαστικοῦ φρονήματος, ἀπειλοῦσι σχίσματα καὶ ἀποτειχισμοὺς καίτοι ὀλιγώτεροι τῶν πέντε δακτύλων τῆς μιᾶς χειρός! Ἡ συντριπτικὴ πλειονότης τῶν περὶ ταῦτα ἀσχολουμένων οὐδὲν τὸ ἀπᾴδον εὗρον εἰς τὰς ἀποφάσεις τῆς Ἁγίας καὶ Μεγάλης Συνόδου. Τοὐναντίον δὲ ἐχάρησαν χαρὰν μεγάλην, διότι ἡ ἀπὸ τοῦ 1930 Σύναξις ἐν Ἁγίῳ Ὄρει ἀποφασισθεῖσα Μεγάλη Σύνοδος, ἔλαβε χώραν μετὰ ὀγδοήκοντα καὶ ἓξ ἔτη. Οἱ ἀντιτιθέμενοι ὅμως, ἀντὶ τοῦ χαρῆναι «ῥίπτουσι τὰ ἰμάτια κραυγάζοντες, βάλλοντες κονιορτὸν εἰς τὸν ἀέρα» καὶ ἐπαίροντες τὴν φωνὴν αὐτῶν λέγουσιν: «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν»[4]. Καὶ ἐνταῦθα δὲν πρόκειται περὶ τῆς ζωῆς τοῦ Παύλου, ἀλλὰ περὶ τῆς ζωῆς τοῦ Βαρθολομαίου· τοῦ μισητοῦ, οἰκουμενιστοῦ καὶ αἱρετικοῦ Πατριάρχου! Παρ’ οὗ, ὅμως, ἐδέχθησαν καὶ χειροτονίας καὶ προαγωγάς! Εἰσί δε καὶ οἱ μακρόθεν βάλλοντες οὐχὶ κονιορτόν, ἀλλὰ λίθους «διαπριόμενοι ταῖς καρδίαις αὐτῶν, βρύχοντες τοὺς ὀδόντας ἐπ’ αὐτούς, κράζοντες φωνῇ μεγάλῃ, συσχόντες τὰ ὦτα αὐτῶν» καὶ λιθοβολοῦντες[5] οὐχὶ τὸν Στέφανον, ἀλλὰ τοὺς Πατριάρχας καὶ τοὺς Ἀρχιεπισκόπους δέκα Ἐκκλησιῶν τολμησάντων ἵνα συνέλθωσιν ἐπὶ τῷ αὐτῷ.
Αἰτιῶνται πολλά, κατ’ οὐσίαν ἀνυπόστατα, καίτοι καὶ μεταξύ των οἱ μὴ ὑπογράψαντες οὐ συμφωνοῦσι τίνα εἰσι τὰ μὴ ὀρθά.
Ὅτι π.χ. τὸν λόγον εἶχον μόνον οἱ Προκαθήμενοι, ὁπότε Σύνοδος ἦν Προκαθημένων. Ἀγνοοῦσιν, ὅμως, ἐσκεμμένως τὸ «σύμψηφον», τὴν ἐκ τῶν προτέρων συμφωνίαν καὶ ἐξουσιοδότησιν, διότι ὑπάρχει ἐμπιστοσύνη εἰς τὸ πρόσωπον Πατριαρχῶν καὶ Ἀρχιεπισκόπων. Πρὶν ἀνέλθωσιν οὗτοι εἰς τὰ ὕπατα ἀξιώματα τῆς Ἐκκλησίας, ἔχουσιν ἀποδώσει διαπιστευτήρια τῆς Ὀρθοδοξίας αὐτῶν, διὰ τοῦτο ἄλλωστε (καὶ πρὸς προάσπισιν τῆς Πίστεως) ἐξελέγησαν ὑπὸ τῶν κατὰ τόπους Ἱερῶν Συνόδων καὶ ἐτέθησαν ὡς λύχνοι ἐπὶ τὴν λυχνίαν.
Διαμαρτύρονται διότι δὲν μετέσχον πάντες οἱ ἐπίσκοποι τῆς Ὀρθοδοξίας. Ἦν τοῦτο δυνατόν; Τριακοσίους πεντήκοντα καὶ πλέον ἐπισκόπους ἔχει ἡ Ῥωσσία καὶ ἐν συνόλῳ ὑπερβαίνουσι κατὰ πολὺ τοὺς χιλίους. Ὑπάρχει λογική; Ἐξ ἄλλου ἓν καὶ μόνον παράδειγμα ἀρκεῖ. Εἰς τὴν Β΄ Οἰκουμενικὴν Σύνοδον τοῦ 381 μετέσχον ἑκατὸν πεντήκοντα ἐπίσκοποι, ὀλιγώτεροι τῶν τῆς Α΄ Οἰκουμενικῆς καὶ δὴ ὀλιγώτεροι τοῦ ἡμίσεως. Οὐδεὶς ἐκ τῶν ἐπισκόπων τῆς Δυτικῆς Αὐτοκρατορίας μετέσχε. Καὶ ὅμως ἀνεγνωρίσθη ὡς Οἰκουμενικὴ καὶ δὴ καὶ ὑπὸ τῶν μὴ μετασχόντων ἐπισκόπων τῆς Δύσεως. Πῶς οὖν ἆρα ἐκείνη ἡ Ἁγία Β΄ Οἰκουμενικὴ Σύνοδος, ἡ πραγματευσαμένη δόγματα σωτηρίας ὀλιγάνθρωπος ἦν, καὶ ἐνταῦθα ἀπαιτῶμεν «πλήρη ἀπαρτίαν» ὅτε οὐδὲν ζήτημα δόγματος τίθεται;
Κατηγοροῦσι τὴν Σύνοδον ὅτι δὲν ἐπέδειξε τὴν δέουσαν αὐστηρότητα πρὸς τοὺς ἑτεροδόξους. Ἀλλὰ πῶς ἦν δυνατὸν ἡ Ἐκκλησία τῆς ἀγάπης, ἵνα ᾗ Ἐκκλησία μίσους καὶ ἀποστροφῆς; Καὶ πῶς πιστεύσουσιν οἱ μακράν; Τὸ λέγει ἐπ’ αὐτοῦ ὁ Ἀπόστολος Παῦλος: «Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος;»[6]. Ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἦν πάντοτε ὑπὲρ τοῦ διαλόγου. Ὁ Κύριος ἡμῶν διελέχθη πρὸς γυναῖκα Συροφοινίκισσαν, ἥτις ἦν ἑλληνίς9, ἤγουν εἰδωλολάτρις. Ἡ χώρα τῶν Γαδαρηνῶν ἡ ἀντίπερα τῆς Γαλιλαίας[7], τὰ Γέργεσα ὅπου μετέβη ὁ Κύριος, ἀπετέλουν μέρος τῆς ἑλληνιστικῆς Δεκαπόλεως, ἄρα κατωκεῖτο ὑπὸ εἰδωλολατρῶν. Οὐδένα τούτων ἀπεστράφη, τοὐναντίον ἐθεράπευσε δύο δαιμονιζομένους. Ἐπίσης, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὡμίλησε γυναικὶ Σαμαρείτιδι, καίτοι οἱ Σαμαρεῖται ἐπίστευον μὲν εἰς τὸν Θεὸν Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ ἀλλὰ διεστραμμένως. Ἀλλὰ καὶ παραβολικῶς Σαμαρείτην ἔδωκεν ὡς ὑπόδειγμα ἐλέους καὶ φιλευσπλαγχνίας, καὶ οὐχὶ «καθαρὸν» Ἰουδαῖον.
Ἐξ ἄλλου ἂς ἐρωτηθῶσιν οἱ σύγχρονοι ἡμῖν «μαθητεύοντες πάντα τὰ ἔθνη». Οἱ προσερχόμενοι εἰς τὴν ἀληθῆ Πίστιν προσέρχονται αὐτομάτως ἢ κατόπιν διαλόγου; Καὶ πότε ἦτο ἄγνωστος ὁ διάλογος; Οἱ Ἅγιοι Ἀπόστολοι διελέγοντο πρὸς πάντας, Ἰουδαίους καὶ εἰδωλολάτρας. Ὁ Ἀπόστολος Παῦλος «διελέγετο» ἐν Ἀθήναις ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων καὶ ἐν τῷ Ἁρείῳ Πάγῳ μετὰ τῶν εἰδωλολατρῶν περὶ τῆς «καινῆς διδαχῆς»[8]. Ἀλλὰ καὶ πάντες οἱ λοιποὶ Ἀπόστολοι καὶ οἱ «εὐαγγελιζόμενοι τὸν λαὸν»[9][10] ἀνὰ τοὺς αἰῶνας, διελέγοντο πρὸς πάντας καὶ ἔπειθον πάντας. Διελέγετο πρὸς μουσουλμάνους ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς. Διελέγετο πρὸς τὸν πάπαν Εὐγένιον ὁ ἅγιος Μᾶρκος ὁ Εὐγενικός. Ὡσαύτως καὶ Γεννάδιος ὁ Σχολάριος μετὰ τοῦ Πορθητοῦ. Διελέγετο (δι’ ἐπιστολῶν) ὁ Πατριάρχης Ἱερεμίας Β΄ ὁ Τρανὸς μετὰ τῶν ἐν Τυβίγγῃ προτεσταντῶν θεολόγων. Διελέγετο διὰ περιφήμου Ὁμολογίας Μητροφάνης ὁ Κριτόπουλος, ὁ καὶ Ἀλεξανδρείας Πατριάρχης. Διελέγετο εἰς τὴν Ἑσπερίαν Εὐγένιος ὁ Βούλγαρις, καὶ πλεῖστοι ἄλλοι ἕως καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις.
Ὑποχρεοῦνται, βεβαίως, οἱ εἰς παγκόσμια συμβούλια μετέχοντες ἵνα φέρωσιν εἰς τὰς ἀποσκευὰς αὐτῶν α) Ὀρθόδοξον Πίστιν, β) ἁγιότητα βίου, γ) συμφωνίαν ἀκριβῆ περὶ τὰς δογματικὰς συζητήσεις, δ) ὅτι ἡ Ὀρθόδοξος Πίστις οὐκ ἔστι τμῆμα πίστεως, ἀλλ’ αὐτὴ αὕτη ἡ ἀποστολοπαράδοτος Πίστις, καὶ ε) ἐν πεποιθήσει ὅτι ἡ Ἁγία Ὀρθόδοξος Ἐκκλησία οὐκ ἔστι θρησκεία, ἀλλ’ ἀποκάλυψις Θεοῦ. Θρησκεῖαι εἰσιν ὅ,τι ὁ νοῦς τῶν ἀνθρώπων ἐφεῦρε περὶ θεοῦ ἢ θεῶν («κλέπτειν, μοιχεύειν καὶ ἀλλήλους ἀπατεύειν» ἵνα καὶ κατὰ τὸν Κολοφώνιον Ξενοφάνην13 εἴπωμεν), ὅμως ἡ Ὀρθόδοξος Πίστις ἐστὶν ἀποκάλυψις Θεοῦ, ὅ,τι ὁ ἴδιος ὁ πανάγαθος Θεὸς ἀπεκάλυψεν ἡμῖν περὶ ἑαυτοῦ καὶ βεβαίως ὅσα ἠδυνάμεθα φέρειν, διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν. Γράφει ὁ ἅγιος Ἀναστάσιος ὁ Σιναΐτης: «Ὀρθοδοξία ἐστιν ἀψευδὴς περὶ Θεοῦ καὶ κτίσεως ὑπόληψις, ἢ ἔννοια περὶ πάντων ἀληθής, ἢ δόξα τῶν ὄντων καθάπερ εἰσι»[11]. Ὀρθοδοξία εἶναι ἡ μέση καὶ βασιλικὴ ὁδὸς ἡ ἐκτρεπομένη τὰ δεξιὰ τῆς φιλοσοφίας καὶ τὰ ἀριστερὰ τῶν αἱρέσεων. Γράφει ὁ Μ. Βασίλειος: «Πρόσεχε σεαυτῷ μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ ἐκκλίνῃς δεξιὰ ἢ ἀριστερά· ὁδῷ μέσῃ καὶ βασιλικῇ πορεύου»[12].
Ὅμως Ὀρθοδοξία ἄνευ Ἐκκλησίας δέρμα ἐστιν ἐξ ἐκδορᾶς αἰγός, ἄνευ κἂν ζωῆς. Ἔχει τὴν μορφὴν ζώου τινος, ἀλλὰ ζῶον οὐκ ἔστιν. Ἡ Ὀρθοδοξία διὰ νὰ μὴ εἶναι ἰδεολογία, ὀφείλει ἵνα ᾗ ἐκκλησιαστική. Ὁ ὅρος οὗτος «Ἐκκλησιαστικὴ Ὀρθοδοξία» προέρχεται ἐκ τοῦ Εὐσεβίου Καισαρείας[13]. Γράφει διὰ τοὺς Εἰρηναῖον Λουγδούνου καὶ Κλήμεντα τὸν Ἀλεξανδρέα «πιστοὶ δ’ ἄν εἰσιν οὗτοι τῆς ἐκκλησιαστικῆς πρεσβεύσαντες Ὀρθοδοξίας». Ὁμιλοῦντες περὶ τῆς Ἐκκλησιαστικῆς Ὀρθοδοξίας, φυσικῷ τῷ λόγῳ ἐρχόμεθα εἰς τοὺς ἐπ’ ὀνόματι τῆς Ὀρθοδοξίας ἐπαπειλοῦντας «ἀποτείχισιν» ἢ καὶ «σχίσμα». Ἐπ’ αὐτοῦ γράφει ὁ Μ. Βασίλειος: «μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὲ τῆς Ὀρθοδοξίας προστίθεσθαι»[14], «ἤδη δὲ καὶ ὅπλον τισι τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς Ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται»[15]. Καὶ ὁ Μέγας Ἀθανάσιος: «Κἂν τὰ ῥήματα τῆς Ὀρθοδοξίας φθέγγωνται, μηδ’ οὕτω τοῖς λαλοῦσι προσέχετε»[16].
Διακρίνουσι δὲ οἱ «ἐνιστάμενοι» ἀποτείχισιν ἀπὸ σχίσματος. Ἀποτείχισις εἰς τὴν ἀρχαίαν γλῶσσαν σημαίνει: ἀνέγερσις ὀχυρωματικοῦ τείχους, ὀχύρωσις. Ἴσως ἐνθυμοῦνται τὸν πύργον τῆς Βαβέλ. Κατ’ ἐπέκτασιν σημαίνει: ἀνεγείρω μεσότειχον, τοίχον διαχωρισμοῦ, ἄρα «ἀποτειχίζω» καταντᾷ ἵνα σημαίνῃ «διαχωρίζω τὴν θέσιν μου». Ἄρα δὲν ἔρχομαι εἰς ἐπαφὴν μετὰ τῶν πεπτωκότων, τῶν μιασμάτων. Καὶ τοῦτο διότι καθαρός εἰμι. Ἀδάμας, ἄπεφθος χρυσός. Ἡμεῖς οἱ τρεῖς ἢ τέσσαρες. Οἱ ἐκλεκτοί, οἱ ἀδιάφθοροι, οἱ Ἰαβέραι.
«Ὁ κόσμος ἅπας ἐποντίζετο, καὶ ἡ γραῦς ἡ ἐμὴ ἐστολίζετο». Σχίσμα εἶναι κατ’ ἀρχὰς ἡ διαφωνία. Εἶτα ὁ χωρισμὸς (μετὰ μίσους) τῶν μελῶν μιᾶς κοινωνίας. Ἐκκλησιαστικῶς σημαίνει τὸν χωρισμὸν καὶ τὴν διάσπασιν τῆς ἑνότητος τῆς Ἐκκλησίας. Διακρατεῖ ὁ σχισματικὸς τὴν Ὀρθοδοξίαν καὶ ἀποῤῥίπτει εἰς τὸν κάλαθον τῶν ἀχρήστων τὴν Ἐκκλησίαν (ἄπαγε τῆς βλασφημίας!), διότι αὕτη κατ’ αὐτοὺς παρεξέκλινε τῆς ὀρθῆς πορείας, ἐξετροχιάσθη, ἔπαυσε νὰ εἶναι ὀρθόδοξος. Εἰς τὸ κατὰ Ἰωάννην Ἱερὸν Εὐαγγέλιον διὰ τῆς λέξεως «σχίσμα» ἐννοεῖται ἡ διάστασις, ἡ ἔντονος διαφωνία, ἡ διαίρεσις εἰς δύο ἀντιτιθεμένας ἀπόψεις, ὅπως π.χ. «σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν»20. Εἰς τὸ Ἀπόστολον Παῦλον ἡ λέξις «σχίσμα» λαμβάνει σοβαρωτέραν ἔννοιαν: «Παρακαλῶ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγετε πάντες, καὶ μὴ ᾗ ἐν ὑμῖν σχίσματα»[17], «συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν»[18], «ἵνα μὴ ᾗ σχίσμα ἐν τῷ σώματι (τοῦ Χριστοῦ), ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη»[19]. Ἤρξαντο δηλονότι διαιρέσεις εἰς θέματα πίστεως ἀλλὰ καὶ συμπεριφορᾶς εἰς τὸ σῶμα τῆς ἀρτιπαγοῦς ἐν Κορίνθῳ Ἐκκλησίας.
Τὸ πόσον κακόν, κάκιστον καὶ ὀλέθριον εἶναι τὸ σχίσμα περιγράφεται ἐναργῶς εἰς τὰ κείμενα τῶν Ἁγίων Πατέρων. Ὁ Μ. Βασίλειος ὁμιλεῖ ἐν θλίψει μεγάλῃ διὰ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἥτις ὀφείλει ἵνα διατηρῇ τὸν χιτῶνα τὸν ἄῤῥαφον, τὸν ἄνωθεν ὑφαντόν, τὸν ὑπὸ τῶν στρατιωτῶν φυλαχθέντα ἄσχιστον[20], καὶ ἀναφέρει: «Τραύματά εἰσι τὰ ἐν τῇ Ἐκκλησίᾳ σχίσματα· μώλωπες δὲ αἱ ὕπουλοι καρδίαι· φλεγμονὴ δέ, ἔπαρσις ψυχῆς ἐξ ἀλόγου οἰήσεως γινομένη, καὶ διὰ τοῦτο ἐπαιρομένη κατὰ τῆς γνώσεως τοῦ Θεοῦ»[21]. Τομώτερος ὁ θεῖος Χρυσόστομος: «Τὸ μὲν τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ σχίσαι τὴν Ἐκκλησίαν καὶ φιλονείκως διατεθῆναι καὶ διχοστασίας ἐμποιεῖν καὶ τῆς συνόδου διηνεκῶς ἑαυτὸν ἀποστερεῖν, ἀσύγγνωστον καὶ κατηγορίας ἄξιον καὶ πολλὴν ἔχει τὴν τιμωρίαν. [...] Οὐδὲν χεῖρον φιλονεικίας καὶ μάχης καὶ τοῦ τὴν Ἐκκλησίαν διασπᾶν καὶ τὸν χιτῶνα, ὃν οὐκ ἐτόλμησαν οἱ λῃσταὶ διαῤῤῆξαι τοῦτον καὶ εἰς πολλὰ κατατεμεῖν μέλη» [22]. Ποῖον δὲ τὸ αἴτιον; Λέγει ὁ αὐτὸς Πατήρ: «Οὐδὲν οὕτως ἀποσχίζει σώμα Ἐκκλησίας, ὡς ἀλαζονεία»[23].
Τοὺς «ἀποτειχιζομένους» ἢ τοὺς «σχισματικοὺς» Ἰωάννης ὁ Δαμασκηνὸς ἐπονομάζει α) αὐτοπροσκόπτας («πάντα μὲν ὀρθόδοξοι ὑπάρχοντες, ἀδεῶς δὲ τῆς Καθολικῆς Ἐκκλησίας καὶ κοινωνίας σφᾶς αὐτοὺς προφάσεως εὐτελοῦς ἕνεκα ἀποκόπτοντες»[24]), β) ἀποσχίστας ἢ δοξαρίους («οἱ τὴν ἰδίαν δόξαν ζητοῦντες, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑποτάσσονται, οὔτε τοῖς ἱερεῦσιν αὐτοῦ»[25]).
Καίτοι εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Σύνοδον μετέσχον δέκα Πατριάρχαι καὶ Ἀρχιεπίσκοποι καὶ ὑπὲρ τοὺς ἑκατὸν πεντήκοντα Μητροπολῖται καὶ Ἐπίσκοποι καταφάσκοντες καὶ ἀλληλοσυμπληρούμενοι, προσευχόμενοι, γράφοντες καὶ ὑπογράφοντες, εὑρέθησάν τινες τὴν τρίχα τριχάζοντες, τὸν διχασμὸν ὡς ἀρετὴν θεωροῦντες, βουλόμενοι ἵνα ἐκ τῆς ἀρνήσεως δακτυλοδεικτοῦνται ὡς δεφένσορες τῆς Ὀρθοδόξου ἀκριβείας, οἵτινες οὐχ ὑπέγραψαν, ἀναγαγόντες ἑαυτοὺς ὡς διαδόχους Μάρκου τοῦ Εὐγενικοῦ.
Εἰσὶ βεβαίως καὶ οἱ ἐκτὸς Συνόδου βυσσοδομοῦντες κληρικοὶ καὶ μοναχοὶ ὡς καί τινες λαϊκοί, πρόσφατοι «ἐμβριθεῖς» δογματολόγοι, ὡς καὶ ἁγιορεῖταί τινες κεκράται. Ὁ σύρων τὰς πενιχρὰς γραμμὰς ταῦτας ἠγάπησε ἀπὸ νεότητος τὸ Ἅγιον Ὄρος. Εὗρεν ἐκεῖ γέροντας πινυτούς, σεμνούς, πνευματοφόρους, πλήρεις Πνεύματος Ἁγίου. Ἐδίδασκον ὅτι καὶ ἓν «κούτσουρο» νὰ εἶναι ὁ Πατριάρχης, ὀφείλεται τιμὴ καὶ σέβας πρὸς αὐτόν, ἅτε ὄντος αὐτοῦ πνευματικοῦ ἀρχηγοῦ τοῦ εὐλογημένου ἡμῶν Γένους. Ἤκουσεν, ὅμως, καὶ κατὰ τὸ 1961, κατὰ τὰς ἑορτὰς τῆς ἁγιορειτικῆς χιλιετηρίδος, ὅτι τὰ γένεια τοῦ Πατριάρχου Ἀθηναγόρα ἦσαν φενάκη, «ψεύτικα», καὶ ὅτι τὰ «φόρεσε» ἐπίτηδες διὰ νὰ ξεγελάσῃ τοὺς Ἁγιορείτας. Ἀλλ’ εκεῖνοι θὰ τοῦ τὰ τραβοῦσαν μόλις ἤρχετο εἰς τὸν Ἄθωνα ἵνα φανῇ ἡ ἀπάτη!
Συμφρονοῦμεν μετὰ Ἀλεξίου Α΄ τοῦ Κομνηνοῦ30 γράψαντος ἐν πιττακίῳ: «Καθάπερ ἡ Κωνσταντινούπολις καὶ βασίλισσα τῶν πόλεων ἐπάνω πάντων ἐστιν, οὕτω τὸ βασιλικώτατον καὶ θεῖον Ὄρος εἰς τὰ τῆς οἰκουμένης ὄρη». Ὅμως ἡ Ἔρις ἐκδιωχθεῖσα ἐκ τοῦ Ὀλύμπου, εὗρε μόνιμον κατοικίαν ἐν Ἁγίῳ Ὄρει. Ὁπότε ὁ αὐτὸς φιλαγιορείτης αύτοκράτωρ γράφει ἀλλοῦ: «Ἐὰν μὴ ῥινοτμήσω τινας τῶν Ἁγιορειτῶν, οἱ λοιποὶ ἡσυχίαν οὐχ ἕξουσι». Ὁ καταστατικὸς χάρτης τοῦ 1926, ὁ εἰσέτι ἰσχύων, γράφει ὅτι ὁ Ἄθως ὑπάγεται διοικητικῶς εἰς τὴν Ἑλληνικὴν Πολιτείαν, πνευματικῶς δὲ εἰς τὸ Οἰκουμενικὸν Πατριαρχεῖον, ἀπαγορευομένης τῆς ἐγκαταστάσεως ἐν αὐτῷ σχισματικῶν ἢ ἑτεροδόξων. Ἑπομένως, ὅστις θεωρεῖ ὅτι ὁ Πατριάρχης αἱρετίζει ὢν οἰκουμενιστής, δύναται (καὶ ὑποχρεοῦται) ἵνα ἐξέλθῃ τοῦ Ἁγίου Ὄρους, καὶ ἀποτινάσσων τὸν βαρὺν τίτλον τοῦ Ἁγιορείτου ἵνα ὁδηγήσῃ ἑαυτὸν εἰς τὸ βάραθρον τοῦ σχίσματος. Ὅμως οἱ συνετοὶ πατέρες ἂς ἀφεθῶσιν εἰς τὸ κύριον αὐτῶν ἔργον δι’ ὃ καὶ ἐκ τοῦ κόσμου ἀνεχώρησαν, ὅπερ ἐστιν ἡ ἀέναος προσευχὴ ὑπὲρ «εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν» καὶ ὑγιείας τοῦ Οἰκουμενικοῦ ἡμῶν Πατριάρχου. Εὐτυχῶς οἱ ταραξίαι εἰσιν ἐλάχιστοι καὶ ἀδογμάτιστοι.
Ληφθήτω ὑπ’ ὄψιν τὸ λεγόμενον ὑπὸ Γρηγορίου τοῦ Θεολόγου περὶ τῆς ἐπιεικείας τοῦ Κυρίου: «Ὅρα τὴν ἐν τῷ πάθει μακροθυμίαν· ἂν φιλήματι προδοθῇ, ἐλέγχει μέν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μέν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὼτίον διὰ ζῆλον, ἀγανακτήσει καὶ ἀποκαταστήσει· κἂν ἐν σινδόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σοδομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃστὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν Παράδεισον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλανθρώπου φιλάνθρωπα, ὡς οὐδὲ καὶ τῶν Χριστοῦ μαθητῶν, οἷς τί τῶν μειζόνων ἂν δοίημεν, εἰ, Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν»31;
Ἐξ ἄλλου μία ἐπίσκεψις φιλανθρωπίας καὶ μόνον, πρὸς τοὺς αἰχμαλώτους τοῦ Φαναρίου, ἴσως στειρεύσῃ τὸν ἰὸν ἀσπίδος κωφῆς βυούσης τὰ ὦτα αὐτῆς. Θὰ ἠδύναντο ἵνα ἀναγνώσωσι καλῇ τῇ πίστει τὰ ὅσα κατὰ τὰς κθ΄ Αὐγούστου τοῦ 2015 σ.ἔ. καὶ ἐν τῷ Ἱερῷ Ναῷ τῆς Ἁγίας Τριάδος Σταυροδρομίου
                                               
30  1081-1118.
31  Ὁμιλία ΛΓ΄ πρὸς Ἀρειανοὺς καὶ εἰς ἑαυτόν.
[26]λέχθησαν ὑπὸ τῆς Α.Θ. Παναγιότητος τοῦ Πατριάρχου κατὰ τὴν ἱστορικὴν Σύναξιν τῶν Ἱεραρχῶν τοῦ Θρόνου: «Ὀφείλομεν νὰ ἀναγνωρίσωμεν πάντες ὁτι ἡ ἐποχὴ τῶν ἀμιγῶν θρησκευτικῶς κοινωνιῶν καὶ ἐθνῶν παρέρχεται ἤδη, καὶ οἱ λαοὶ καλοῦνται νὰ ἀποδεχθοῦν τὴν ἑτερότητα ὡς συστατικὸν στοιχεῖον τῶν κοινωνιῶν των, ἐὰν δὲν θέλουν νὰ ὁδηγηθοῦν εἰς συγκρούσεις καὶ ἀναταραχάς. Ἡ συνύπαρξις καὶ συμβίωσις τῶν Ὀρθοδόξων μετὰ τῶν λοιπῶν χριστιανῶν ἀποτελεῖ ἤδη ἀναπότρεπτον πραγματικότητα εἰς τὸν χῶρον τῆς Διασπορᾶς ἐξαπλουμένη ταχέως καὶ ἐντὸς τῶν ἄλλοτε ἀμιγῶς Ὀρθοδόξων ἐθνῶν καὶ κοινωνιῶν καὶ ὑποχρεοῦσα τὴν Ἐκκλησίαν ἡμῶν νὰ προσαρμόσῃ διὰ τῆς οἰκονομίας τὴν ὅλην ποιμαντικὴν αὐτῆς ζωήν. Οὕτως, ἐπὶ παραδείγματι, ἡ αὔξησις τοῦ ἀριθμοῦ τῶν μεικτῶν γάμων ἀποτελεῖ πλέον πραγματικότητα, ἡ ὁποία ὑποχρεώνει τὴν Ἐκκλησίαν νὰ ἀποδεχθῇ τὴν μετὰ τῶν ἑτεροδόξων κοινὴν προσευχὴν καὶ λατρείαν, ὅπερ καὶ ἐφαρμόζει ἤδη εἰς πάσας τὰς Ὀρθοδόξους Ἐκκλησίας. Τοῦτο οὐδόλως ἀποτελεῖ ἐκτροπὴν ἐκ τοῦ θεμελιώδους στοιχείου διαχωρισμοῦ τῶν Ὀρθοδόξων ἐκ τῶν λοιπῶν χριστιανῶν, συνισταμένου εἰς τὴν ἐν τῇ Θείᾳ Εὐχαριστίᾳ κοινωνίαν, ἥτις προϋποθέτει πλήρη συμφωνίαν ἐν τῇ πίστει τῆς Ἐκκλησίας. Ἐπὶ τοῦ σημείου τούτου οὐδεμία οἰκονομία χωρεῖ».
Ὅλος αὐτὸς ὁ προσυνοδικός, συνοδικὸς καὶ μετασυνοδικὸς σάλος (πρόκειται γὰρ περὶ προσεισμικῶν, σεισμικῶν καὶ μετασεισμικῶν δονήσεων 0,01 τῆς κλίμακος Ῥίχτερ), ὑπενθυμίζει τὸν Αἰσώπειον μῦθον: «Κώνωψ ἐπὶ κέρατος βοὸς ἐκαθέσθη καὶ ηὔλει. Εἶπέ δε πρὸς τὸν βοῦν· Εἰ βαρῶ σου τὸν τένοντα (τὸν αὐχένα) ἀναχωρήσω. Ὁ δὲ ἔφη· Οὔτε ὅτε ἦλθες ἔγνων, οὔτε ἐὰν μένῃς μελήσει μοι»!
Ἐτέθη ἐπιτακτικῶς θέμα, ἐὰν ἀποσχισθέντα τμήματα τῆς Ἐκκλησίας δύνανται ἵν’ ἀποκαλῶνται ὑπ’ αὐτῆς «Ἐκκλησίαι». Ἡ λύσις θὰ ἦτο πολὺ εὔκολος, ἐὰν ἤρχετο εἰς μνήμην ὅτι ὁ ὅρος «ἐκκλησία» ἦν κατ’ ἀρχὰς εἰδωλολατρικὸς καὶ πολὺ ἀρχαῖος. Ἐκκλησία σημαίνει: συνέλευσις πολιτῶν τακτικῶς συγκαλουμένη. Ἤγουν ἡ ἐν Ἀθήναις συνέλευσις πολιτῶν νομοθετηθεῖσα ὑπὸ τοῦ Σόλωνος32, ἡ περίφημος «ἐκκλησία τοῦ δήμου». Ἡ μετάφρασις ἐκ τοῦ ἑβραϊκοῦ εἰς τὸ ἑλληνικὸν, ἡ λεγομένη τῶν Ἑβδομήκοντα, μετέγραψε τὸ ἑβραϊκὸν qahal, ὅπερ σημαίνει συνέλευσιν τοῦ λαοῦ διὰ λόγους θρησκευτικούς, πολιτικούς, στρατιωτικούς συναγωγὴ δηλονότι. Εἰδικῶς καὶ ἐφ’ ὅσον ἐπρόκειτο περὶ συνάξεως πρὸς δοξολογίαν τοῦ Θεοῦ ὑπῆρχεν ἡ φράσις qahal jahwe. Ὅθεν τὰ «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν»[27], «ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων»[28] καὶ πλεῖστα ὅσα ἄλλα χωρία, ἀναφέρονται κυρίως εἰς συγκεντρώσεις ἐν συναγωγαῖς ἢ καὶ ἐν ὑπαίθρῳ παλαιότερον, π.χ.: «καὶ ἐλάλησε Μωϋσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας»[29]. Καὶ ὁ πρωτομάρτυς Στέφανος ὁμιλεῖ διὰ τὸν Μωϋσῆν ὅτι οὗτός ἐστιν ὁ γενόμενος «ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ»[30].
Ἡ λέξις «Ἐκκλησία» ἀπαντᾶται μόνον δὶς εἰς τοὺς Εὐαγγελιστὰς καὶ δὴ μόνον εἰς τὸν Ματθαῖον: «σὺ εἶ Πέτρος καὶ ἐν ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν»[31]. Ἐνταῦθα ἔχομεν τὴν πρώτην εὑρεῖαν ἔννοιαν σημαίνουσαν ὅ,τι ἡμεῖς πιστεύομεν περὶ Ἐκκλησίας. Ἀκολούθως καὶ εἰς τὰς Πράξεις καὶ τὰς Ἐπιστολὰς λαμβάνει συνήθως αὐτὴν τὴν ἔννοιαν, τοὺς πιστεύοντας δηλαδὴ εἰς Χριστὸν Ἰησοῦν.
Ὅμως, ἡμεῖς ἤδη ἀπὸ τοῦ τέλους τοῦ Α΄ αἰῶνος ἀρκούμεθα εἰς τὸν ὅρον «Ἐκκλησία»; Οὐχί, βεβαίως, διότι καὶ ἀόριστός ἐστι καὶ νοθείαν ἐπιδέχεται. Ὡς ἐκ τούτου συνεπληρώθη. Ὑπῆρξεν ἐπιτακτικὴ ἡ ἀνάγκη ἵνα συμπληρωθῇ. Πιστεύομεν, ἀνήκομεν, ὁμολογοῦμεν «Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν». Καὶ ἐπειδὴ καὶ αὐτὴ ἡ παράταξις ἐπιθέτων ἐκαπηλεύθη, προσετέθη ὁ ὅρος «Ὀρθοδοξία», καὶ οὗτος ἐκ τῆς θύραθεν φιλοσοφίας. Τὸ «ὀρθοδοξεῖν» ὡς ῥῆμα ἐκ τῶν Ἠθικῶν Νικομαχείων[32][33] τοῦ Ἀριστοτέλους39, καὶ ἡ «ὀρθοδοξία» ἐκ τοῦ Ὀνομαστικοῦ τοῦ Πολυδεύκους40. Ἑπομένως
«Ὀρθόδοξος» σημαίνει αὐτόν, ὅστις ἀνήκει εἰς τὴν Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Οὐδεὶς ἕτερος. Ὅθεν κατ’ οἰκονομίαν δύνανται αἱ ἀποσχισθεῖσαι προχαλκηδόνιαι ὁμολογίαι ὡς καὶ ἡ μετὰ τὸ σχίσμα τοῦ 1054 παπική, ἵν’ ὀνομάζονται Ἐκκλησίαι ὡς μαρτυρικαὶ καὶ ὡς ἔχουσαι ἀποστολικὴν διαδοχήν.
Ἀλήθεια, διατί οἱ διαρκῶς «ἀντιτείνοντες», οἱ οὐδὲ κεραίας ἀφιστάμενοι καὶ περὶ τῶν ὀνομάτων ζυγομαχοῦντες δὲν διαμαρτύρονται διὰ τὸν τίτλον τοῦ Οἰκουμενικοῦ Πατριάρχου «Παναγιώτατος»; «Ἅγιος» ὁ Θεός, καὶ «Παναγιώτατος» ὁ ἑκάστοτε Πατριάρχης; «Ἅγιος» ὁ Θεὸς καὶ «Παναγία» ἡ Κυρία Θεοτόκος; Ἐὰν προφανέστατα μόνον καταχρηστικῶς χρησιμοποιοῦμεν τοὺς ὅρους τούτους καὶ διὰ τὴν Ὑπερευλογημένην Θεοτόκον καὶ διὰ τοὺς λοιποὺς ἀνθρώπους, τότε διατί τόσος θόρυβος διὰ τὸ περίφημον 6ον ἄρθρον  τοῦ κειμένου «Σχέσεις τῆς Ὀρθοδόξου Ἐκκλησίας πρὸς τὸν λοιπὸν χριστιανικὸν κόσμον» τῆς Ἁγίας καὶ Μεγάλης Συνόδου; Τὸ ὁποῖον διορθωθὲν κατόπιν προτάσεως τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἀναφέρει ὅτι: «Ἡ Ὀρθόδοξος Ἐκκλησία ἀποδέχεται τὴν ἱστορικὴν ὀνομασίαν ἄλλων ἑτεροδόξων Χριστιανικῶν Ἐκκλησιῶν καὶ Ὁμολογιῶν». Συνεπῶς, ὀρθῶς ὁ Μακαριώτατος Ἀρχιεπίσκοπος Ἀθηνῶν καὶ πάσης Ἑλλάδος κ.κ. Ἱερώνυμος ἐδήλωσε: «Γιὰ πρώτη φορὰ στὴν ἱστορία μία συνοδικὴ ἀπόφασι περιορίζει τὸ ἱστορικὸ πλαίσιο τῶν σχέσεων πρὸς τοὺς ἑτεροδόξους, ὄχι στὴν ὕπαρξι, ἀλλὰ ΜΟΝΟ στὴν ἱστορικὴ ὀνομασία αὐτῶν ὡς ἑτεροδόξων χριστιανικῶν Ἐκκλησιῶν ἢ Ὁμολογιῶν»[34].
Μὴ κερτομοῦμεν ἑαυτοὺς καὶ ἀλλήλους. Οἱ θέλοντες εὑρεῖν πρόσκομμα ἵνα προσκρούσωσι, πάντοτε εὑρίσκουσι. Οἱ θέλοντες εὑρεῖν ἀφορμὰς πρὸς διαίρεσιν, ὁμοίως εὑρήσουσιν. Ὅπως ἀνὰ τοὺς αἰῶνας εὗρον προσκόμματα τόσοι καὶ τόσοι, καίτοι ἡ Ἁγία ἡμῶν Πίστις διέλαμπεν ἡλίου φαεινότερον.
Διατί οἱ μὴ ὑπογράψαντες ἐκταράσσουν τὸ ποίμνιον; Πῶς οὗτοι μετέχουσι Συνόδου, ἥτις κατ’ αὐτοὺς ὑπέγραψε κείμενον οὐχὶ ἀκραιφνῶς ὀρθόδοξον καὶ ὁμολογιακόν; Πῶς μετέχουσι Συνόδου μὴ κατ’ αὐτοὺς ὀρθοτομούσης ἐν παντὶ τὸν λόγον τῆς ἀληθείας; Πῶς μνημονεύουσιν ἐν ἑκάστῃ Θείᾳ Λειτουργίᾳ «Ἱερᾶς Συνόδου» (ἢ Ἀρχιεπισκόπου ἢ Πατριάρχου ἕτεροι), ἥτις ὑπέγραψε κείμενον κατ’ αὐτοὺς ἀπαράδεκτον; Καὶ πῶς συλλειτουργοῦσι μετὰ τῶν ὑπογραψάντων; Καὶ πῶς ἡδέως οἱ μὴ ὑπογράψαντες συναναστρέφονται τοῖς ὑπογράψασι, καὶ ἀφήνωσι τὴν διαίρεσιν, τὴν σύγχυσιν, τὴν διχογνωμίαν καὶ τὴν διχόνοιαν μόνον μεταξὺ τοῦ πιστοῦ λαοῦ;
 Λησμονοῦσι οἱ προπέται, ὅτι ἡ Ἐκκλησία ἔχει δύο ἀγχέμαχα ὅπλα: τὴν ἀκρίβειαν καὶ τὴν οἰκονομίαν, ἐπὶ σκοπῷ τῆς  σωτηρίας τῶν πιστῶν αὐτῆς τέκνων. Ἵνα ἐννοήσῃ τις τί ἐστιν οἰκονομία κατελθέτω αἰῶνας πολλοὺς πρίν, καὶ δὴ ἐν ἔτει 381, ἔτος συγκλήσεως τῆς Β΄ Οἰκουμενικῆς Συνόδου. Οἱ τότε Ἅγιοι Πατέρες ὡμίλουν περὶ τοῦ ὁμοουσίου τοῦ Ἁγίου Πνεύματος πρὸς τὸν Πατέρα καὶ τὸν Υἱόν. Λέγει ὁ ἅγιος Γρηγόριος ὁ Θεολόγος: «Τί οὖν; Θεὸς τὸ Πνεῦμα; Πάνυ γε. Τί οὖν, ὁμοούσιον; Εἴπερ Θεός»[35]. Συνεχίζει: «Παύσῃ οὖν ἀπομαχόμενος πρὸς τὸ Πνεῦμα, ὡς ἢ γέννημα πάντως ἢ μὴ ὁμοούσιον, μηδὲ Θεός»[36]. Γράφει δὲ εἰς τὸν Ἐπιτάφιον εἰς Μ. Βασίλειον: «[ὁ Βασίλειος] ἐπαρασάμενος ἑαυτῷ τὸ φρικωδέστατον, αὐτοῦ τοῦ Πνεύματος ἐκπεσεῖν, εἰ μὴ σέβοι τὸ Πνεῦμα μετὰ Πατρὸς καὶ Υἱοῦ, ὡς ὁμοούσιον καὶ ὁμότιμον». Καὶ ὅμως! Ἡ Β΄ Οἰκουμενικὴ Σύνοδος, γράφει ὁ ἔγκριτος καὶ μακαριστὸς δογματολόγος Ἰ. Καρμίρης[37]: «ἀποφεύγουσα τὸν παρεξηγηθέντα μονολεκτικὸν ὅρον «ὁμοούσιον», συμφώνως πρὸς τὴν διαλλακτικὴν τάσιν αὐτῆς ὅπως προσεταιρισθῇ τοὺς Πνευματομάχους, ἐχρησιμοποίησεν ἀντ’ αὐτοῦ τὴν περίφρασιν «σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον», διὰ τῆς ὁποίας, ὡς καὶ διὰ τῶν προηγουμένων, διδάσκει τὴν ὁμοουσιότητα τοῦ τρίτου προσώπου πρὸς τὰ δύο πρῶτα πρόσωπα τῆς Ἁγίας Τριάδος. Κατ’ ἔννοιαν ἡ φράσις ἐστηρίχθη ἐπὶ τῆς Ἁγίας Γραφῆς καὶ τῆς Ἱερᾶς Παραδόσεως καὶ μάλιστα τῶν Πατέρων Μ. Ἀθανασίου καὶ Μ. Βασιλείου. Ἡ δὲ τελευταία φράσις «λαλῆσαν διὰ τῶν προφητῶν» ἐστηρίχθη ἐπὶ τοῦ ἀρχεγόνου χριστιανικοῦ κηρύγματος καὶ τῶν βαπτιστηρίων συμβόλων, ἐκ δὲ τῆς Γραφῆς κυρίως ἐπὶ τοῦ Β΄ Πέτρου Α΄, 21:
«ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν οἱ ἅγιοι τοῦ Θεοῦ ἄνθρωποι».
Ἡ ἑνότης τῆς Ἐκκλησίας συνδέεται ἀῤῥήκτως πρὸς τὴν ἑνότητα τοῦ σώματος τοῦ Χριστοῦ. Πᾶσα διάσπασις κατανοεῖται ὡς διάσπασις τοῦ σώματος τοῦ Χριστοῦ. Ὡς ἐκ τούτου ἡ Ἐκκλησία μία καὶ ἀδιαίρετός ἐστιν: «ἓν σῶμα, ἓν πνεῦμα..., εἷς Κύριος, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων»[38]. Τοιουτοτρόπως ἡ ἑνότης τῆς Ἐκκλησίας ἀνάγεται εἰς τὴν ἑνότητα τῆς Ἁγίας Τριάδος. Αἱ αἱρέσεις καὶ τὰ σχίσματα διασπῶσι τὴν ἑνότητα τῶν πιστῶν, πλὴν δὲν ἐπιμερίζουσι τὴν ὁλοκληρίαν τῆς Ἐκκλησίας. Ἡ ἁγιότης τῆς Ἐκκλησίας ἀποῤῥέει ἐκ τῆς πραγματικῆς ἑνότητος μετὰ τῆς κεφαλῆς αὐτῆς, τοῦ Ἰησοῦ Χριστοῦ, ὅστις «ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ»[39]. Ὁ ἀναμάρτητος Ἰησοῦς Χριστὸς ἠλευθέρωσε τὴν Ἐκκλησίαν ἀπὸ παντὸς ῥύπου «μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾗ ἁγία καὶ ἄμωμος»[40]. Ὁπότε οἱ πιστοὶ ἁγιάζονται γενόμενοι «θείας κοινωνοὶ φύσεως» μετέχοντες εἰς τὸ σῶμα τοῦ Κυρίου καὶ εἰς τὴν δωρεὰν τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος[41]. Ἑπομένως, σκοπὸς τῆς Ἁγίας Ἐκκλησίας ἐστιν «ὁ καταρτισμὸς τῶν ἁγίων»49 πρὸς πραγμάτωσιν τῆς Βασιλείας τοῦ Θεοῦ «εἰς τὸ καταξιωθῆναι ἡμᾶς τῆς Βασιλείας τοῦ Θεοῦ».[42]
Ἡ καθολικότης σχέσιν ἐξ ἐναντίου ἔχει πρὸς τὴν αἵρεσιν. Ἡ Ἐκκλησία πιστεύει εἰς τὸ «καθόλου», εἰς τὸ ὁλόκληρον τῆς Πίστεως, ἐνῷ ἡ αἵρεσις «αἱρεῖται» προτιμᾷ τμῆμά τι μέγα ἢ μικρὸν τῆς ὁλοκληρίας καὶ ἀποῤῥίπτει τὰ μὴ ἀρέσκοντα αὐτῇ. Ἡ καθολικότης ἀποῤῥέει ἐκ τοῦ σώματος τοῦ Κυρίου διότι «ὅπου ἂν ᾗ Χριστὸς Ἰησοῦς, ἐκεῖ ἡ Καθολικὴ Ἐκκλησία»[43][44]. Ἡ καθολικότης τοῦ σωτηριώδους ἔργου τοῦ Κυρίου ἡ ἔκφρασίς ἐστι τῆς καθολικότητος τῆς Ἐκκλησίας. Ὁ Κύριος ἐνηνθρώπησεν, ἵνα σώσῃ ὁλόκληρον τὸ ἀνθρώπινον γένος ὅπου γῆς καὶ ὅποιας ἐποχῆς. Ὡς κατηχεῖ Κύριλλος ὁ Ἱεροσολύμων52: « Καθολικὴ καλεῖται διὰ τὸ κατὰ πάσης εἶναι τῆς οἰκουμένης, ἀπὸ περάτων γῆς ἕως περάτων. καὶ διὰ τὸ διδάσκειν καθολικῶς καὶ ἀνελλιπῶς ἅπαντα τὰ εἰς γνῶσιν ἀνθρώπων ἐλθεῖν ὀφείλοντα δόγματα, περί τε ὁρατῶν καὶ ἀοράτων πραγμάτων, ἐπουρανίων τε καὶ ἐπιγείων· καὶ διὰ τὸ πᾶν γένος ἀνθρώπων εἰς εὐσέβειαν ὑποτάσσειν, ἀρχόντων τε καὶ ἀρχομένων, λογίων τε καὶ ἰδιωτῶν· καὶ διὰ τὸ καθολικῶς ἰατρεύειν μὲν καὶ θεραπεύειν ἅπαν τὸ τῶν ἁμαρτιῶν εἶδος, τῶν διὰ ψυχῆς καὶ σώματος ἐπιτελουμένων, κεκτῆσθαι δὲ ἐν αὐτῇ πᾶσαν ἰδέαν ὀνομαζομένης ἀρετῆς, ἐν ἔργοις τε καὶ λόγοις καὶ πνευματικοῖς παντοίοις χαρίσμασιν»[45].
Ἡ ἀποστολικότης τῆς Ἐκκλησίας ἀνάγεται χρονικῶς εἰς τὴν ἐποχὴν τῶν Ἁγίων Ἀποστόλων, οἵτινες ἀναγγέλουσιν ἡμῖν «ὃ ἀκηκόασιν, ὃ ἑωράκασι τοῖς ὀφθαλμοῖς αὐτῶν, ὃ ἐθεάσαντο καὶ αἱ χεῖρες αὐτῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, ἵνα ἡμεῖς κοινωνίαν ἔχομεν μετ’ αὐτῶν»[46]. Ταύτην τὴν διδασκαλίαν διακρατεῖ ἡ Ὀρθόδοξος τοῦ Χριστοῦ Ἐκκλησία ἀνόθευτον, παναληθῆ, ἀταλάντευτον. Διὸ καὶ προσέχει εἰς πᾶν αὐτῆς βῆμα. Κατηχεῖ καὶ αὖθις Κύριλλος ὁ Ἱεροσολύμων καὶ ἐφιστᾷ τὴν προσοχὴν τῶν φωτιζομένων[47]: «Ἐπειδὴ τὸ τῆς ‘‘ἐκκλησίας’’ ὄνομα περὶ διαφόρων λέγεται πραγμάτων, ὡς καὶ περὶ τοῦ ὄχλου, τοῦ ἐν τῷ θεάτρῳ τῶν Ἐφεσίων γέγραπται «καὶ ταῦτα είπών, ἀπέλυσε τὴν ἐκκλησίαν»[48], κυρίως δὲ ἂν τις εἴποι καὶ ἀληθῶς ἐκκλησίαν εἶναι πονηρευομένων[49] τὰ συστήματα τῶν αἱρετικῶν, Μαρκιανιστῶν, λέγω, καὶ Μανιχαίων καὶ τῶν λοιπῶν (σημ. πρόσθες καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις), διὰ τοῦτό σοι νῦν ἠσφαλισμένως παρέδωκεν ἡ πίστις τὸ «καὶ εἰς Μίαν, Ἁγίαν, Καθολικὴν Ἐκκλησίαν», ἵνα ἐκείνων μὲν τὰ μιαρὰ συστήματα φεύγῃς, παραμένῃς δὲ τῇ Ἁγίᾳ Καθολικῇ Ἐκκλησίᾳ διὰ παντός, ἐν ᾗ καὶ ἀνεγεννήθης. Κἄν ποτε ἐπιδημῇς ἐν πόλεσι, μὴ ἁπλῶς ἐξέταζε ποῦ τὸ Κυριακόν ἐστι (καὶ γὰρ αἱ λοιπαὶ τῶν ἀσεβῶν αἱρέσεις κυριακὰ τὰ ἑαυτῶν σπήλαια καλεῖν ἐπιχειροῦσι), μηδὲ ποῦ ἐστιν ἁπλῶς ἡ ἐκκλησία, ἀλλὰ ποῦ ἐστιν ἡ Καθολικὴ Ἐκκλησία· τοῦτο γὰρ ἰδικὸν ὄνομα τυγχάνει τῆς ἁγίας ταύτης καὶ μητρὸς ἡμῶν ἁπάντων, ἥτις νύμφη μέν ἐστι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ (γέγραπται γάρ· «καθὼς ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς»), τύπον δὲ ἔχει καὶ μίμημα «τῆς ἄνω Ἱερουσαλήμ, ἥτις ἐλευθέρα ἐστι καὶ μήτηρ πάντων ἡμῶν»[50], ἡ πρότερον  μὲν στεῖρα, νῦν δὲ πολύτεκνος». Ἥτις, προστίθεμεν, «διὰ τοῦ Πνεύματος τῆς ἀληθείας, ὁδηγεῖ ἡμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν»59. Διὰ δὲ τὰς προτεσταντικὰς παραφυάδας, τὰς ἐγγιζούσας τὰς δύο χιλιάδας πεντακοσίας, ἀπαγορεύεται ῥητῶς καὶ διαῤῥήδην ἡ προσωνυμία ὑφ’ ἡμῶν «ἐκκλησία» ἢ «ἐκκλησίαι». Ἀρκεῖ τὸ «ὁμολογίαι» καὶ ὑπὲρ τὸ δέον.
Ἠκούσθησαν τερθρεῖαι περὶ πραξικοπήματος ἑνώσεως μετὰ τῶν παπικῶν. Οὐδὲν ἀνοητότερον τούτου. Μηδὲν εἰς τὸ πηλίκον. Ἐπ’ αὐτοῦ ἰσχύουσι τὰ ὅσα εἴρηκεν ὁ Οἰκουμενικὸς Πατριάρχης Γρηγόριος ὁ ΣΤ΄ ἐν ἔτει σωτηρίῳ 1868ῳ πρὸς τοὺς ἀπεσταλμένους τοῦ πάπα Ῥώμης ἵνα προσκαλέσωσι τοῦτον εἰς τὴν ἐν Βατικανῷ Σύνοδον: «Ἡμεῖς φρονοῦμεν ὅτι ἐπιτυχεστάτη καὶ ἀπαθεστάτη λύσις τῶν τοιούτων ζητημάτων ἐστὶν ἡ ἱστορική. ᾿Επειδὴ δηλαδὴ ὑπῆρξεν ᾿Εκκλησία πρὸ δέκα αἰώνων, τὰ αὐτὰ ἔχουσα δόγματα ἐν τε ᾿Ανατολῇ καὶ Δύσει, ἐν τῇ πρεσβυτέρᾳ καὶ νέᾳ ῾Ρώμῃ, ἀναδράμωμεν ἑκάτεροι εἰς ἐκείνην καὶ ἴδωμεν, ὁπότεροι προσέθεντο ἢ ἀφεῖλον· ἐκκοπτέσθω ἡ προσθήκη, ἐὰν ὑπάρχῃ καὶ ὅπου ὑπάρχει· προστεθείσθω τὸ ἀφαιρεθέν, ἐὰν ὑπάρχῃ καὶ ὅπου ὑπάρχει· καὶ τότε σύμπαντες ἀνεπαισθήτως εὑρεθησόμεθα εἰς τὸ αὐτὸ σημεῖον τῆς Καθολικῆς ᾿Ορθοδοξίας, ὁπόθεν ἡ ῾Ρώμη τῶν κάτω αἰώνων μακρυνομένη ἐπὶ μᾶλλον ἀρέσκεται νὰ πλατύνῃ τὸ χάσμα διὰ νέων ἀεὶ δογμάτων καὶ θεσπισμάτων, ἐκτρεπομένων τῆς ἱερᾶς Παραδόσεως. Καθ’ ἡμᾶς οἰκουμενικὴ Σύνοδος καὶ οἰκουμενικὴ ᾿Εκκλησία καὶ ἀληθινὴ καθολικότης ἐστὶ καὶ λέγεται ἐκεῖνο τὸ ἅγιον καὶ ἀκήρατον σῶμα, ἐν ᾧ ἀνεξαρτήτως τοῦ ὑλικοῦ πληθυσμοῦ αὐτοῦ συγκεφαλαιοῦται ἁγνὴ ἡ διδασκαλία τῶν ᾿Αποστόλων καὶ ἡ πίστις πάσης τοπικῆς ᾿Εκκλησίας, στηριχθεῖσα καὶ βασανισθεῖσα ἀπὸ τῆς θεμελιώσεως τῆς ᾿Εκκλησίας μέχρι τῶν ὀκτὼ πρώτων αἰώνων, ἐν οἷς οἱ Πατέρες τῆς ᾿Ανατολῆς καὶ τῆς Δύσεως καὶ αἱ ἁγιώταται καὶ πνευματοκίνητοι Σύνοδοι καὶ ἐκεῖνοι οἱ σεβάσμιοι Πατέρες, ὧν γνωστὰ τοῖς πᾶσιν εἰσὶ τὰ συγγράμματα, γινέσθωσαν ὁ ἄπταιστος καὶ ἀσφαλὴς ὁδηγὸς παντὸς χριστιανοῦ καὶ ἐπισκόπου τῆς Δύσεως, τοῦ εἰλικρινῶς ποθοῦντος καὶ ζητοῦντος τὴν εὐαγγελικὴν ἀλήθειαν. ᾿Εκεῖνοί εἰσι τὸ ὑπέρτατον κριτήριον τῆς χριστιανικῆς ἀληθείας· ἐκεῖνοί εἰσιν ἡ ἀσφαλὴς ὁδός, ἐφ’ ἧς δυνάμεθα νὰ συναντηθῶμεν ἐν τῷ ἁγίῳ φιλήματι τῆς δογματικῆς ἑνώσεως· πᾶς δὲ ὁ ἐκτὸς τῆς τροχιᾶς ἐκείνης περιπορευόμενος θεωρηθήσεται παρ’ ἡμῶν ἔκκεντρος καὶ ἀναρμόδιος εἰς τὸ συγκεντρῶσαι περὶ ἑαυτὸν τὰ μέλη τῆς ᾿Ορθοδόξου Καθολικῆς ᾿Εκκλησίας. Εἰ δὲ τυχὸν ἔνιοι τῶν δυτικῶν ἐπισκόπων, ἔχοντες ἀμφιβολίαν περί τινων δογμάτων αὐτῶν, θέλουσι νὰ συνέλθωσι, συνερχέσθωσαν καὶ ἀναθεωρείτωσαν αὐτὰ καθ’ ἡμέραν, εἰ βούλονται. ῾Ημεῖς οὐδεμίαν ἀμφιβολίαν ἔχομεν περὶ τῶν πατροπαραδότων καὶ ἀναλλοιώτων δογμάτων τῆς εὐσεβείας».
Καί τινα ἐνδιαφέροντα ἐκ τῆς ἀπαντήσεως τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1895 πρὸς τὸν πάπαν Λέοντα τὸν ΙΓ´,  τὸν μισορθόδοξον, τὴν γενομένην ἐπὶ τῆς πατριαρχίας ᾿Ανθίμου τοῦ Ζ´: «᾿Αλλ’ ὅπως πότ’ ἂν ᾗ, πρὸς πραγματοποίησιν τοῦ εὐσεβοῦς πόθου τῆς ἑνώσεως τῶν ᾿Εκκλησιῶν πρώτιστα πάντων δέον ἵνα ὁρισθῇ μία κοινὴ ἀρχὴ καὶ βάσις· τοιαύτη δὲ ἀσφαλὴς κοινὴ ἀρχὴ καὶ βάσις οὐδεμία ἄλλη δύναται εἶναι ἢ ἡ διδασκαλία τοῦ Εὐαγγελίου καὶ τῶν ἑπτὰ ἁγίων οἰκουμενικῶν Συνόδων. ᾿Ανατρέχοντες λοιπὸν εἰς τὴν διδασκαλίαν ταύτην, κοινὴν οὖσαν τῆς ᾿Εκκλησίας τῆς ᾿Ανατολῆς καὶ Δύσεως μέχρι τοῦ χωρισμοῦ, ὀφείλομεν ἐρευνῆσαι μετὰ εἰλικρινοῦς πόθου τοῦ συνιδεῖν τὴν ἀλήθειαν, τί ἐπίστευε τότε σύσσωμος ἡ ἀνὰ τὴν ᾿Ανατολὴν καὶ Δύσιν μία, ἁγία, καθολικὴ καὶ ὀρθόδοξος ἀποστολικὴ τοῦ Χριστοῦ ᾿Εκκλησία, καὶ κρατεῖν τοῦτο ἀκέραιον καὶ ἀναλλοίωτον. Πᾶν δ’ ὅ,τι ἐν χρόνοις μεταγενεστέροις προσετέθη ἢ ἀφῃρέθη, καθῆκον ἔχει πᾶς τις ἱερὸν καὶ ἀπαραίτητον, ἐὰν εἰλικρινῶς ζητῇ τὴν δόξαν τοῦ Θεοῦ ὑπὲρ τὴν δόξαν τὴν ἑαυτοῦ, ἵνα ἐν πνεύματι εὐσεβείας ἐπανορθώσῃ τὸ τοιοῦτον, ἀναλογιζόμενος ὅτι, ἐμμένων ἀλαζονικῶς ἐν τῇ διαστροφῇ τῆς ἀληθείας, βαρεῖαν ὑπέχει τὴν εὐθύνην ἐνώπιον τοῦ ἀδεκάστου βήματος τοῦ Χριστοῦ. Ταῦτα δὲ λέγοντες οὐδόλως ἐννοοῦμεν τὰς διαφορὰς τὰς ἀφορώσας τὸ τυπικὸν τῶν ἱερῶν ἀκολουθιῶν καὶ τὰ ᾄσματα ἢ τὰ ἱερατικὰ ἄμφια καὶ τὰ παραπλήσια, ἅπερ καὶ ποικίλλοντα, ὡς καὶ τὸ πάλαι, ἥκιστα παραβλάπτουσι τὴν οὐσίαν καὶ τὴν ἑνότητα τῆς πίστεως, ἀλλὰ τὰς οὐσιώδεις ἐκείνας διαφορὰς τὰς ἀναγομένας εἰς τὰ θεοπαράδοτα τῆς πίστεως δόγματα καὶ τὸ θεοσύστατον κανονικὸν πολίτευμα τῆς τῶν ᾿Εκκλησιῶν διοικήσεως. «᾿Εν οἷς οὐκ ἔστι πίστις τὸ ἀθετούμενον, λέγει καὶ ὁ ἱερὸς Φώτιος, οὐδὲ κοινοῦ τε καὶ καθολικοῦ ψηφίσματος ἔκπτωσις, ἄλλων παρ’ ἄλλοις ἐθῶν τε καὶ νομίμων φυλαττομένων, οὔτε τοὺς φύλακας ἀδικεῖν, οὔτε τοὺς μὴ παραδεξαμένους παρανομεῖν, ὀρθῶς ἄν τις κρίνειν εἰδὼς διορίσαιτο[51]. ῾Ημεῖς δέ, οἱ χάριτι καὶ εὐδοκίᾳ τοῦ παναγάθου Θεοῦ μέλη τίμια τυγχάνοντες τοῦ σώματος τοῦ Χριστοῦ, ἤτοι τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς αὐτοῦ ᾿Εκκλησίας, ἀντεχώμεθα τῆς πατρῴας καὶ ἀποστολοπαραδότου εὐσεβείας. Προσέχωμεν πάντες ἀπὸ τῶν ψευδαποστόλων, οἵτινες ἐρχόμενοι ἐν σχήματι προβάτων πειρῶνται δελεάζειν τοὺς ἁπλοϊκωτέρους ἐν ἡμῖν διὰ ποικίλων καὶ ὑπούλων ὑποσχέσεων, τὰ πάντα θεμιτὰ ἡγούμενοι καὶ ἐπιτρέποντες πρὸς ἕνωσιν, ἐὰν μόνον ἀναγνωρισθῇ ὁ τῆς ῾Ρώμης πάπας ὡς ὑπέρτατος καὶ ἀλάθητος ἄρχων καὶ ἀπόλυτος κυρίαρχος τῆς καθόλου ᾿Εκκλησίας καὶ μόνος ἐπὶ τῆς γῆς ἀντιπρόσωπος τοῦ Χριστοῦ καὶ πηγὴ πάσης χάριτος! ᾿Ιδίᾳ δὲ οἱ χάριτι καὶ ἐλέῳ Θεοῦ τεταγμένοι ἐπίσκοποι καὶ ποιμένες καὶ διδάσκαλοι τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν «προσέχωμεν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἡμᾶς τὸ Πνεῦμα τὸ ῞Αγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ᾿Εκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος»[52], ὡς λόγον ἀποδώσοντες. «Διὸ παρακαλῶμεν ἀλλήλους καὶ οἰκοδομῶμεν εἷς τὸν ἕνα»[53]. «῾Ο δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ᾿Ιησοῦ, αὐτὸς καταρτίσαι ἡμᾶς, στηρίξαι, σθενώσαι, θεμελιώσαι»[54] καὶ δῴη φωτισθῆναι τῷ φωτὶ τῆς χάριτος αὐτοῦ καὶ τῆς ἐπιγνώσεως τῆς ἀληθείας πάντας τοὺς ἔξω καὶ μακρὰν τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ὀρθοδόξου μάνδρας τῶν λογικῶν αὐτοῦ προβάτων».
Ἐλέχθησαν πολλὰ καὶ περὶ καταργήσεως τῶν νηστειῶν. Καὶ περὶ τούτου οὐδεμία παραχώρησις ἐγένετο. Ἁπλῶς ἐπετράπη ἐλαφρά τις οἰκονομία ἀναλόγως τῶν κλιματολογικῶν συνθηκῶν ἑκάστης Ἐκκλησίας. Ἐνδεικτικῶς ἀναφέρομεν παραδείγματά τινα οἰκονομίας τῶν Ἁγίων Πατέρων περὶ Νηστείας.
Τιμόθεος Ἀλεξανδρείας64, εἷς τῶν ἁγίων πατέρων τῆς Β΄ Οἰκουμενικῆς Συνόδου ἀπαντᾷ εἰς ἐρωτήσεις. «Ἐρώτησις Η΄: Γυνὴ ἐὰν γεννήσῃ τὸ Πάσχα, εἰ ὀφείλει νηστεῦσαι καὶ μὴ πιεῖν οὶνον, ἢ ἀπολύεται τῆς νηστείας καὶ τοῦ μὴ πιεῖν οἶνον διὰ τοῦ γεννῆσαι; Ἀπόκρισις: Ἡ νηστεία ἐπενοήθη διὰ τὸ τὸ σῶμα ταπεινῶσαι. Εἰ οὖν τὸ σῶμα ἐν ταπεινώσει ἔσται καὶ ἀσθενείᾳ, ὀφείλει μεταλαβεῖν, καθὼς βούλεται καὶ δύναται βαστάσαι, τροφῆς καὶ ποτοῦ. Ἐρώτησις Ι: Ἐάν τις ᾗ ἀσθενῶν καὶ ἐκτακεὶς πάνυ ἀπὸ τῆς πολλῆς ἀσθενείας, καὶ ἔλθῃ τὸ ἅγιον Πάσχα, εἰ πάντως ὀφείλει νηστεῦσαι ἢ ἀπολύει αὐτὸν ὁ κληρικὸς λαμβάνειν ὃ δύναται ἢ καὶ ἔλαιον καὶ οἶνον, διὰ τὴν πολλὴν αὐτοῦ ἀσθένειαν; Ἀπόκρισις: Ἀπολύεσθαι ὀφείλει μεταλαμβάνειν καὶ τῶν τροφῶν καὶ τοῦ ποτοῦ ὁ ἀσθενῶν, πρὸς ὃ δύναται βαστάσαι· τὰ γὰρ μεταλαμβάνειν ἐλαίου τὸν ἅπαξ ἐκτακέντα, δίκαιόν ἐστι».
Ὁ ἅγιος Εἰρηναῖος Λουγδούνου: «Ἡ διαφωνία τῆς νηστείας τὴν ὁμόνοιαν τῆς πίστεως συνίστησι»[55]. Καὶ ἐκ τοῦ Τυπικοῦ τοῦ ἁγίου Σάββα: «Χρὴ δὲ καὶ τοῦτο εἰδέναι· ὅτι τὰς καταλύσεις τῆς νηστείας τὰς ἐν ταῖς τῶν ἁγίων μνήμαις δηλουμένας ἐν τοῖς κοινοβίοις παρατηροῦνται καὶ καταλύουσι. Αἱ δὲ λαῦραι καὶ πάντες οἱ καθ’ ἑαυτοὺς ζῶντες, φυλάττειν καὶ νηστεύειν ὀφείλουσι καὶ εἰς μόνας τὰς δεσποτικὰς ἑορτὰς καταλύουσιν, ἴσως δὲ εἰ βούλονται καὶ τὴν Πεντηκοστὴν καὶ τὸ Δωδεκαήμερον εἰς ἔλαιον καὶ οἶνον μόνον». Τέλος, ἐκ τῆς Ὁμολογίας Πίστεως Μητροφάνους τοῦ Κριτοπούλου Πατριάρχου Ἀλεξανδρείας, ἔτους 1625: «Κατὰ τὴν Μ. Τεσσαρακοστὴν ἐν Σάββασι καὶ Κυριακαῖς τοῖς Μοσχοβίταις καὶ Ῥὠσσοις συγκεχώρηται ἡ τῶν ἰχθύων ἐδωδὴ διὰ τὸ ἀπορεῖν ἐκείνους οἴνου καὶ ἐλαίου. Κατὰ δὲ τὰς Τετάρτας καὶ Ἕκτας τῶν τοῦ ἐνιαυτοῦ ἑβδομάδων ἀπεχόμεθα μὲν κρέατος καὶ πάντων τῶν ἀπ’ ἐκείνου, ὡς εἴρηται, ἰχθύων δὲ οὐ πάντες. Ἀδιάφορος γὰρ δοκεῖ ἡ τούτων βρῶσις κατὰ τὰς ἡμέρας ἐκείνας»[56].
Ἀλλ’ ἐπειδήπερ ἐμηκύναμεν τὸν λόγον, περαίνομεν ἐνταῦθα δι’ ὧν νουθετεῖ Γρηγόριος ὁ Θεολόγος: «Θεοῦ μὲν καὶ τῶν θείων ἐγγύς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραίνοντες· τῆς δ’ ἀντικειμένης μερίδος ὅσοι πολεμικὸν τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι»67.


Ἀρχιμ. Δοσίθεος
Ἡγούμενος Ἱ. Σταυροπηγιακῆς Μονῆς Παναγίας Τατάρνης




[1] Ματθαίου Η΄, 26. 2 Β΄ - Γ΄ αἰών.
[2] Λόγος ΛΓ΄ πρὸς Ἀρειανοὺς καὶ εἰς ἑαυτόν. 4 1556.
[3] Ὁμιλία τῆς Α.Θ. Παναγιότητος κατὰ τὴν Θ. Λειτουργίαν ἐπὶ τῇ 25ετίᾳ πατριαρχίας, Φανάρι 22 Ὀκτωβρίου 2016 σ.ἔ.
[4] Πρβλ. Πράξεων ΚΒ΄, 22-23.
[5] Πρβλ. Πράξεων Ζ΄, 57 καὶ ἑξῆς.
[6] Πρὸς Ῥωμαίους Ι΄, 14. 9 Μάρκου Ζ΄, 26.
[7] Λουκᾶ Η΄, 26.
[8] Πράξεων ΙΖ΄, 16 καὶ ἑξῆς.
[9] Λουκᾶ Γ΄, 18.
[10] -478 π.Χ.
[11] Ὁδηγός, κεφ. Β΄, περὶ Πίστεως.
[12] Λόγος εἰς τὸ Πρόσεχε σεαυτῷ, κεφ Δ΄. Πρβλ. Ἀριθμῶν Κ΄, 17: «ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα».
[13] Ἐκκλησιαστικὴ Ἱστορία Γ΄, 23.
[14] Ἐπιστολὴ 129η Μελετίῳ Ἀντιοχείας.
[15] Ἐπιστολὴ πρὸς Ἰταλοὺς καὶ Γάλλους, κεφ. Β΄.
[16] Ἐπιστολὴ πρὸς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης. 20 Ἰω. Ζ΄, 43, ὅρα καὶ Θ΄, 16 καὶ Ι΄, 19.
[17] Α΄ Κορ. Α΄, 10.
[18] Αὐτόθι ΙΑ΄, 18.
[19] Αὐτόθι ΙΒ΄, 25.
[20] Ὁμιλία εἰς τὸν ἅγιον μάρτυρα Μάμαντα.
[21] Ὁμιλία εἰς τὸν προφήτην Ἡσαΐαν, κεφ. Α΄.
[22] Κατὰ Ἰουδαίων, Λόγος Γ΄.
[23] Ὁμιλία ΚΓ΄ εἰς τὴν πρὸς Ῥωμαίους.
[24] Περὶ αἱρέσεων ἢ Ρ΄ (100ή).
[25] Αὐτόθι, αἵρεσις ΡΓ΄ (103η).
[26] -560 π.Χ.
[27] Ψαλμὸς ΞΖ΄, 26.
[28] Ψαλμὸς ΡΜΘ΄, 1.
[29] Δευτερονόμιον ΛΑ΄, 30.
[30] Πράξεων Ζ΄, 38.
[31] ΙΣΤ΄, 18.
[32] Βιβλίον 7ον, κεφ. 8, παρ.4).
[33] -323 π.Χ. 40 Β΄ αἰὼν μ.Χ.
[34] Περιοδικὸν «ΕΚΚΛΗΣΙΑ», τεῦχος 7, Ἰούλιος 2016 σἔ., σελὶς 623.
[35] Λόγος ΛΑ΄, Περὶ τοῦ Ἁγίου Πνεύματος, παρ. 10.
[36] Αὐτόθι παρ. 11.
[37] Τὰ Δογματικὰ καὶ Συμβολικὰ μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, σελ. 76.
[38] Πρὸς Ἐφεσίους Δ΄, 4-7.
[39] Αὐτόθι Ε΄, 25-26.
[40] Αὐτόθι Ε΄, 27.
[41] Πρβλ. Πρὸς Ῥωμαίους ΙΒ΄, 6: «ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ὑμῖν διάφορα». 49 Πρὸς Ἐφεσίους Δ΄, 12.
[42] Β΄ πρὸς Θεσσαλονικεῖς Α΄, 5.
[43] Ἰγνατίου, Ἐπιστολὴ πρὸς Σμυρναίους, Η΄, 2.
[44] -386.
[45] Κατήχησις ΙΗ΄, 23.
[46] Α΄ Καθολικὴ ἐπιστολὴ Ἰωάννου Α΄,1 καὶ ἑξῆς.
[47] ΙΗ΄ Κατήχησις, 26.
[48] Πράξεων ΙΘ΄, 40.
[49] Πρβλ. Ψαλμ. ΚΕ΄, 5: «ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω».
[50] Πρὸς Γαλάτας Δ΄, 26. 59 Ἰω. ΣΤ΄, 13.
[51] Φωτίου Ἐπιστολαί, 3, 6.
[52] Πράξεων Κ΄, 28.
[53] Α΄ Θεσσαλονικεῖς Ε΄, 11.
[54] Α΄ Πέτρου Ε΄, 10. 64 380 μ.Χ.
[55] Ἐπιστολὴ πρὸς Βίκτωρα ἐπίσκοπον Ῥώμης.
[56] Ἰω. Καρμίρη, ἔνθ’ ἀνωτέρω, σελ. 553. 67 Λόγος ΣΤ΄, Εἰρηνικὸς Α΄. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου