Κυριακή 12 Αυγούστου 2012

12 Αυγούστου, Κυριακή Ι' Ματθαίου, Ήχος α'


ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 14 - 23

Θεραπεία τοῦ σεληνιαζομένου νέου
Η δύναμη της πίστης


14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.


  Δόξα: Τό Ι΄ Ἑωθινόν· «Μετά τήν εἰς ᾅδου κάθοδον...»,ερμην.Νικ.Γιάννου

Με­τὰ τὴν εἰς ᾅ­δου κά­θο­δον, καὶ τὴν ἐκ νε­κρῶν ἀ­νά­στα­σιν, ἀ­θυ­μοῦν­τες ὡς εἰ­κός, ἐ­πὶ τῷ χω­ρι­σμῷ σου Χρι­στὲ οἱ Μα­θη­ταί, πρὸς ἐρ­γα­σί­αν ἐ­τρά­πη­σαν· καὶ πά­λιν πλοῖ­α καὶ δί­κτυ­α, καὶ ἄ­γρα οὐ­δα­μοῦ. Ἀλ­λὰ σὺ Σῶ­τερ ἐμ­φα­νι­σθείς, ὡς Δε­σπό­της πάν­των, δε­ξι­οῖς τὰ δί­κτυ­α κε­λεύ­εις βα­λεῖν· καὶ ἦν ὁ λό­γος ἔρ­γον εὐ­θύς, καὶ πλῆ­θος τῶν ἰ­χθύ­ων πο­λύ, καὶ δεῖ­πνον ξέ­νον ἕ­τοι­μον ἐν γῇ· οὗ με­τα­σχόν­των τό­τε σου τῶν Μα­θη­τῶν, καὶ ἡ­μᾶς νῦν νο­η­τῶς κα­τα­ξί­ω­σον, ἐν­τρυ­φῆ­σαι φι­λάν­θρω­πε Κύ­ρι­ε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου