Κυριακή 5 Αυγούστου 2012

5η Aὐγούστου 2012 Κυριακή: Θ΄ ΜΑΤΘΑΙΟΥ. Ἦχος πλ. δ΄


  ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 22 - 34 

 Ὁ Κύριος περιπατεῖ ἐπὶ τῆς θαλάσσης

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ δὲ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.


Δόξα: Τό Θ΄ Ἑωθινόν· «Ὡς ἐπ’ ἐσχάτων τῶν χρόνων...».

Ψάλτης: Πρωτοψάλτης Κώστας Χαραλαμπόπουλος
ς ἐπ᾿ ἐ­σχά­των τῶν χρό­νων, οὔ­σης ὀ­ψί­ας Σαβ­βά­των, ἐ­φί­στα­σαι τοῖς φί­λοις Χρι­στέ, καὶ θαύ­μα­τι θαῦ­μα βε­βαι­οῖς, τῇ κε­κλει­σμέ­νῃ εἰ­σό­δῳ τῶν θυ­ρῶν, τὴν ἐκ νε­κρῶν σου ἀ­νά­στα­σιν· ἀλλ᾿ ἔ­πλη­σας χα­ρᾶς τοὺς Μα­θη­τάς, καὶ Πνεύ­μα­τος ἁ­γί­ου με­τέ­δω­κας αὐ­τοῖς, καὶ ἐ­ξου­σί­αν ἔ­νει­μας ἀ­φέ­σε­ως ἁ­μαρ­τι­ῶν, καὶ τὸν Θω­μᾶν οὐ κα­τέ­λι­πες, τῷ τῆς ἀ­πι­στί­ας κα­τα­βα­πτί­ζε­σθαι κλύ­δω­νι. Δι­ὸ πα­ρά­σχου καὶ ἡ­μῖν, γνῶ­σιν ἀ­λη­θῆ, καὶ ἄ­φε­σιν πται­σμά­των, εὔ­σπλαγ­χνε Κύ­ρι­ε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου