Κυριακή 25 Νοεμβρίου 2012

25η Νοεμβρίου 2012, Κυριακή: ΙΓ ΛΟΥΚΑ. Ἀπόδοσις τῆς Ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου. Τῆς Ἁγίας Μεγαλομάρτυρος καί πανσόφου Αἰκατερίνης καί τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Ἦχος πλ. δ΄

Κυριακὴ ΚΕ' (ΙΓ' Λουκᾶ) - Ὁ πλούσιος νεανίσκος
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 18 - 27
18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. 20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 22 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! 25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν. 

 Χερουβικός Ύμνος της Θείας Λειτουργίας σε ήχο πλ. δ΄ (επί τη βάσει χερουβικού του Άρχοντος Πρωτοψάλτου Αθανασίου Καραμάνη). Ψάλλει ο Ιερομόναχος Ρωμανός, αδελφός της Ι. Μονής Προφήτου Ηλιού Ρουστίκων (Ι. Μητροπόλεως Ρεθύμνης και Αυλοποτάμου).

Απολυτίκιον Άγ. Αικατερίνης - 25 ΝΟΕΜΒΡΙΟΥ 

Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Την πανεύφημον νύμφην Χριστού υμνήσωμεν, Αικατερίναν την θείαν και πολιούχον Σινά, την βοήθειαν ημών και αντίληψιν ότι εφίμωσε λαμπρώς, τους κομψούς των ασέβων, του Πνεύματος τη δυνάμει, και νυν ως Μάρτυς στεφθείσα, αιτείται πάσι το μέγα έλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου