Κυριακή 16 Δεκεμβρίου 2012

16η Δεκεμβρίου 2012, Κυριακή: ΙΑ΄ ΛΟΥΚΑ. Τῶν Ἁγίων Προπατόρων, Ἦχος γ΄

Κυριακὴ ΚΘ' (ΙΑ' Λουκᾶ),
«Τῶν ἁγίων προπατόρων» 
- Ἡ παραβολὴ τοῦ μεγάλου Δείπνου

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΔ´ 16 - 24
16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· 17 καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπε· γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 14 - 14
14 πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.


ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗΣ ΠΡΟΠΑΤΟΡΩΝ ΣΤΑΝΙΤΣΑΣ
Δό­ξα. Ἦ­χος βα­ρύς. Γερ­μα­νοῦ.
Δεῦ­τε ἅ­παν­τες, πι­στῶς πα­νη­γυ­ρί­σω­μεν, τῶν πρὸ νό­μου Πα­τέ­ρων, Ἀ­βρα­ὰμ καὶ τῶν σὺν αὐ­τῷ, τὴν ἐ­τή­σι­ον μνή­μην· τοῦ Ἰ­ού­δα τὴν φυ­λήν, ἀ­ξί­ως τι­μή­σω­μεν· τοὺς ἐν Βα­βυ­λῶ­νι Παῖ­δας, τοὺς σβέ­σαν­τας τὴν ἐν κα­μί­νῳ φλό­γα, ὡς τῆς Τρι­ά­δος τύ­πον, σὺν τῷ Δα­νι­ὴλ εὐ­φη­μή­σω­μεν· τῶν Προ­φη­τῶν τὰς προῤ­ῥή­σεις, ἀ­σφα­λῶς κα­τέ­χον­τες, με­τὰ τοῦ Ἡ­σα­ΐ­ου με­γα­λο­φώ­νως βο­ή­σω­μεν· Ἰ­δοὺ ἡ Παρ­θέ­νος, ἐν γα­στρὶ λή­ψε­ται, καὶ τέ­ξε­ται Υἱ­ὸν τὸν Ἐμ­μα­νου­ήλ· ὅ ἐ­στι μεθ᾿ ἡ­μῶν ὁ Θε­ός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου