Ἐκ τοῦ κατὰ
Ματθαῖον (η´ 28-34, θ´ 1)
Τῷ καιρῷ
ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ
εἰς τὴν χώραν τῶν Γεργεσηνῶν
ὑπήντησαν αὐτῷ δύο
δαιμονιζόμενοι ἐκ τῶν
μνημείων ἐξερχόμενοι,
χαλεποὶ λίαν, ὥστε μὴ
ἰσχύειν τινὰ παρελθεῖν
διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ
ἰδοὺ ἔκραξαν λέγοντες·
Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ
τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ
βασανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν
ἀγέλη χοίρων πολλῶν
βοσκομένη. Οἱ δὲ δαίμονες
παρεκάλουν αὐτὸν λέγοντες·
Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον
ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην
τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς·
Ὑπάγετε. οἱ δὲ ἐξελθόντες
ἀπῆλθον εἰς τὴν ἀγέλην
τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησεν
πᾶσα ἡ ἀγέλη τῶν χοίρων
κατὰ τοῦ κρημνοῦ εἰς τὴν
θάλασσαν, καὶ ἀπέθανον
ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες
ἔφυγον, καὶ ἀπελθόντες
εἰς τὴν πόλιν ἀπήγγειλαν
πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν
εἰς συνάντησιν τῷ Ἰησοῦ,
καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν
ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων
αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον
διεπέρασεν καὶ ἦλθεν εἰς
τὴν ἰδίαν πόλιν.
ΑΙΝΟΙ Δ΄ ΗΧΟΥ, Ε΄ ΕΩΘΙΝΟ ΔΟΞΑΣΤΙΚΟ, ΣΤΑΝΙΤΣΑΣ
Δόξα. Ἑωθινὸν Ε´. Ἦχος πλ. α´.
Ὢ τῶν σοφῶν
σου κριμάτων Χριστέ! πῶς Πέτρῳ
μὲν τοῖς ὀθονίοις μόνοις,
ἔδωκας ἐννοῆσαί σου τὴν
ἀνάστασιν; Λουκᾷ δὲ καὶ
Κλεόπᾳ, συμπορευόμενος
ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ
εὐθέως σεαυτὸν φανεροῖς;
Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος
παροικῶν ἐν Ἱερουσαλήμ,
καὶ μὴ μετέχων τῶν ἐν τέλει
βουλευμάτων αὐτῆς. Ἀλλ᾿ ὁ
πάντα πρὸς τὸ τοῦ πλάσματος
συμφέρον οἰκονομῶν, καὶ
τὰς περὶ σοῦ προφητείας
ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν
τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς·
ὧν καὶ πρὸ τούτου αἱ καρδίαι,
πρὸς γνῶσίν σου ἀνεφλέγοντο·
οἳ καὶ τοῖς Μαθηταῖς
συνηθροισμένοις, ἤδη
τρανῶς ἐκήρυττόν σου τὴν
ἀνάστασιν· δι᾿ ἧς ἐλέησον
ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου