Σάββατο 15 Οκτωβρίου 2011

16η Ὄκτωβρίου 2011, Κυριακή: Δ΄ ΛΟΥΚΑ. Τῶν Ἁγίων Πατέρων τῆς Ζ΄ Οἰκουμενικῆς Συνόδου, τῶν ἐν Νικαίᾳ τό δεύτερον συνελθόντων, κατά τῶν Εἰκονομάχων. Ἦχος α΄


«ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ», Η παραβολή του Σπορέως
Ο Λόγος του Θεού είναι αγωγός Θείας χάριτος για καρδιές άκαρπες και καρδιές γόνιμες

Ευαγγέλιο Κυριακής: Λουκ. η΄ 4-15

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· 5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9  Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.



ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΣΕ ΗΧΟ ΠΛ. Δ΄ΨΑΛΛΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΚΑΙ ΧΟΡΑΡΧΗΣ ΓΡΗΓΟΡΙΟΣ ΝΤΑΡΑΒΑΝΟΓΛΟΥ:

Δόξα Πατρί... Ἦχος πλ. δ'
Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες΄ Ὢ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν



Σύντομον χερουβικόν Βασιλείου Νικολαίδη Ηχος Α' ψάλει ο Νικόλαος Γιαμαλής πρωτοψάλτης Ιερού ναού Αγ.Γεωργίου Φωτολίβους Δράμας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου