Κυριακή 1 Ιουλίου 2012

1 Ιουλίου 2012, Κυριακή Δ΄ Ματθαίου, Ήχος γ΄

 ΕΥΑΓΓΕΛΙΟΝ Κυ­ρι­α­κῆς Δ´ Ματ­θαί­ου,
Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (η´ 5-13).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἐλ­θόν­τι τῷ Ἰ­η­σοῦ εἰς Κα­περ­να­οὺμ προ­σῆλ­θεν αὐ­τῷ ἑ­κα­τόν­ταρ­χος πα­ρα­κα­λῶν αὐ­τὸν καὶ λέ­γων· Κύ­ρι­ε, ὁ παῖς μου βέ­βλη­ται ἐν τῇ οἰ­κί­ᾳ πα­ρα­λυ­τι­κός, δει­νῶς βα­σα­νι­ζό­με­νος. Καὶ λέ­γει αὐ­τῷ ὁ Ἰ­η­σοῦς· Ἐ­γὼ ἐλ­θὼν θε­ρα­πεύ­σω αὐ­τόν. Καὶ ἀ­πο­κρι­θεὶς ὁ ἑ­κα­τόν­ταρ­χος ἔ­φη· Κύ­ρι­ε, οὐκ εἰ­μὶ ἱ­κα­νὸς ἵ­να μου ὑ­πὸ τὴν στέ­γην εἰ­σέλ­θῃς· ἀλ­λὰ μό­νον εἰ­πὲ λό­γῳ, καὶ ἰ­α­θή­σε­ται ὁ παῖς μου. Καὶ γὰρ ἐ­γὼ ἄν­θρω­πός εἰ­μι ὑ­πὸ ἐ­ξου­σί­αν, ἔ­χων ὑπ᾿ ἐ­μαυ­τὸν στρα­τι­ώ­τας, καὶ λέ­γω τού­τῳ, πο­ρεύ­θη­τι, καὶ πο­ρεύ­ε­ται, καὶ ἄλ­λῳ, ἔρ­χου, καὶ ἔρ­χε­ται, καὶ τῷ δού­λῳ μου, ποί­η­σον τοῦ­το, καὶ ποι­εῖ. Ἀ­κού­σας δὲ ὁ Ἰ­η­σοῦς ἐ­θαύ­μα­σε καὶ εἶ­πε τοῖς ἀ­κο­λου­θοῦ­σιν· Ἀ­μὴν λέ­γω ὑ­μῖν, οὐ­δὲ ἐν τῷ Ἰσ­ρα­ὴλ το­σαύ­την πί­στιν εὗ­ρον. Λέ­γω δὲ ὑ­μῖν ὅ­τι πολ­λοὶ ἀ­πὸ ἀ­να­το­λῶν καὶ δυ­σμῶν ἥ­ξου­σιν καὶ ἀ­να­κλι­θή­σον­ται με­τὰ Ἀ­βρα­ὰμ καὶ Ἰ­σα­ὰκ καὶ Ἰ­α­κὼβ ἐν τῇ βα­σι­λεί­ᾳ τῶν οὐ­ρα­νῶν, οἱ δὲ υἱ­οὶ τῆς βα­σι­λεί­ας ἐκ­βλη­θή­σον­ται εἰς τὸ σκό­τος τὸ ἐ­ξώ­τε­ρον· ἐ­κεῖ ἔ­σται ὁ κλαυθ­μὸς καὶ ὁ βρυγ­μὸς τῶν ὀ­δόν­των. Καὶ εἶ­πεν ὁ Ἰ­η­σοῦς τῷ ἑ­κα­τον­τάρ­χῳ· Ὕ­πα­γε, καὶ ὡς ἐ­πί­στευ­σας γε­νη­θή­τω σοι. Καὶ ἰ­ά­θη ὁ παῖς αὐ­τοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.


 
ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ - ΕΩΘΙΝΟΝ Δ'
Δ΄ ΕΩΘΙΝΟΝ - Όρθρος ην βαθύς ... (ήχος τέταρτος)
ΑΡΧΩΝ ΥΜΝΩΔΟΣ ΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ 

Δό­ξα. Ἑ­ωθινὸν Δ´. Ἦ­χος δ´.


ρ­θρος ἦν βα­θύς, καὶ αἱ γυ­ναῖ­κες ἦλ­θον ἐ­πὶ τὸ μνῆ­μά σου Χρι­στέ· ἀλ­λὰ τὸ σῶ­μα οὐχ εὑ­ρέ­θη, τὸ πο­θού­με­νον αὐ­ταῖς· δι­ὸ ἀ­πο­ρου­μέ­ναις, οἱ ταῖς ἀ­στρα­πτού­σαις ἐ­σθή­σε­σιν ἐ­πι­στάν­τες. Τί τὸν ζῶν­τα, με­τὰ τῶν νε­κρῶν ζη­τεῖ­τε; ἔ­λε­γον· ἠ­γέρ­θη ὡς προ­εῖ­πε· τί ἀ­μνη­μο­νεῖ­τε τῶν ῥη­μά­των αὐ­τοῦ; Οἷς πει­σθεῖ­σαι, τὰ ὁ­ρα­θέν­τα ἐ­κή­ρυτ­τον· ἀλλ᾿ ἐ­δό­κει λῆ­ρος τὰ εὐ­αγ­γέ­λι­α· οὕ­τως ἦ­σαν ἔ­τι νω­θεῖς οἱ Μα­θη­ταί· ἀλλ᾿ ὁ Πέ­τρος ἔ­δρα­με, καὶ ἰ­δὼν ἐ­δό­ξα­σέ σου, πρὸς ἑ­αυ­τὸν τὰ θαυ­μά­σι­α.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου