Κυριακή 22 Ιουλίου 2012

Κυριακή 22 Ιουλίου 2012, Ζ' Ματθαίου, Ήχος πλ. β'

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 27 - 35,  Θεραπεία τῶν δύο τυφλῶν καὶ τοῦ κωφοῦ

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, Κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


Δό­ξα. Ἑ­ωθινὸν Ζ´. Ἦ­χος βα­ρύς.
­δοὺ σκο­τί­α καὶ πρω­ί· καὶ τί πρὸς τὸ μνη­μεῖ­ον Μα­ρί­α ἕ­στη­κας, πο­λὺ σκό­τος ἔ­χου­σα ταῖς φρε­σίν; ὑφ᾿ οὗ ποῦ τέ­θει­ται ζη­τεῖς ὁ Ἰ­η­σοῦς· ἀλλ᾿ ὅ­ρα τοὺς συν­τρέ­χον­τας Μα­θη­τάς, πῶς τοῖς ὀ­θο­νί­οις καὶ τῷ σου­δα­ρί­ῳ, τὴν ἀ­νά­στα­σιν ἐ­τε­κμή­ραν­το, καὶ ἀ­νε­μνή­σθη­σαν τῆς πε­ρὶ τού­του Γρα­φῆς. Μεθ᾿ ὧν καὶ δι᾿ ὧν, καὶ ἡ­μεῖς πι­στεύ­σαν­τες, ἀ­νυ­μνοῦ­μέν σε τὸν ζω­ο­δό­την Χρι­στόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου